Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. κινηθέντος δὲ ἐμφυλίου πολέμου τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ Καίσαρα παρεσκεύασεν ἀναρρηθῆναι. λουτρόν τε κατὰ τὴν Ῥώμην κατεσκεύασεν ἐπώνυμον ἑαυτῷ. καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.

Διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ ὁ τούτου παῖς Βουλουσιανός. τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ στρατεύουσιν ἀμφότεροι. καὶ ἀναιρεθέντες ἐν Ἰντεράμνοις τῆς ἀρχῆς οὐδεμίαν οὐδενὶ κατέλιπον μνήμην. τῆς δὲ ἐπ̓ αὐτῶν γενομένης συμφορᾶς πολὺ γέγονεν ὄνομα λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.

Μετὰ τούτους Αἰμιλιανὸς οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμπροὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη γεγενημένος τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.