Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον ἐβασίλευσε Μαξιμιανός, πρῶτος οὗτος αἱρεθεὶς καὶ μόνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ τῆς συγκλήτου μὴ συμψηφισαμένης, ὅπουγε οὐ συνηριθμεῖτο τῇ γερουσίᾳ. ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ πολλοῦ τοῦ περιόντος καὶ προσαγορευθεὶς Ἰμπεράτωρ ʽὃ νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν̓ ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληΐᾳ τῇ πόλει Πουπιήνου τὴν σφαγὴν ἐπαγαγόντος: συνανῃρέθη δὲ αὐτῷ καὶ ὁ παῖς νήπιος κομιδῆ κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.

Μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνός τε ὁ τὸν φόνον ἐργασάμενος καὶ Βαλβῖνος καὶ Γορδιανός, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν προγόνων: Γορδιανὸς γὰρ ἧν αὐτῷ πατὴρ οὕτω λαμπρὸς ὥστε Μαξιμιανοῦ βασιλεύοντος, ὃν ὁ Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν κληθῆναι ἐπὶ τὴν βασιλείαν. ἐπεὶ δὲ ἐπέβησαν τῆς Ῥώμης, Βαλβῖνος μὲν καὶ Πουπίηνος ἐν ταῖς αὐλαῖς ἀνῃρέθησαν ταῖς βασιλικαῖς, ἔμεινε δὲ Γορδιανὸς μόνος τὴν ἀρχὴν ἔχων. νεώτατος δὲ ὢν ἄγεται γαμετὴν Τρανκυλλίναν. ἀνεγείρας δὲ τὸ ἱερὸν τοῦ Ἰάννου διὰ πολλοῦ τοῦ μέσου ὥρμησεν ἐπὶ τὰ πρὸς ἕω. στρατεύσας δὲ ἐπὶ Πέρσας καὶ κρατήσας αὐτῶν μάχαις πολλαῖς ἐπανιὼν ἀνῃρέθη πρὸς τοῖς Ῥωμαϊκοῖς ὅροις ὑπὸ Φιλίππου: καὶ γίνεται τῶν πραγμάτων ὁ φίλιππος κύριος. κατεσκεύασε δὲ αὐτῷ μνήμῃ τῶν πεπραγμένων ἡρῷον ὁ στρατὸς εἰκοστῷ τοῦ Κιρκηνσίου σημείῳ ʽφρούριον δέ ἐστι τοῦτο Ῥωμαίων εἰσέτι καὶ νῦν οὕτω καλούμενον παρὰ τὸν Εὐφράτην ποταμόν̓, τὸ σῶμα δὲ εἰς τὴν Ῥώμην ἐκόμισε καὶ τῇ τῶν θεῶν ἐτίμησε προσηγορίᾳ.

Φίλιππος δὲ σὺν τῷ παιδὶ φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ

153
πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πόλεως ἔτει κατ̓ αὐτὸν ἀρξαμένῳ παντοδαπαῖς τέρψεσι τὸ πλῆθος ἀνελόμενος. ἀλλ̓ ἀνῃρέθη σὺν τῷ παιδὶ τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ τὸν υἱὸν δὲ ἐν Ῥώμῃ διαχρησαμένων πέντε βασιλεύσας ἐνιαυτούς: τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προσηγορίας.