Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι: καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἰς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίου τε Κλαυδίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος περὶ τὴν Σέναν τοῦ Πικηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἢν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενικηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν ταλάντων, ἃ καὶ Ῥωμαίους ἐξέπληξεν. ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προσδοκίας: τοῖς Ῥωμαίοις δὲ ηὐξήθη τὸ τῶν ἐλπίδων: καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκηπίωνα. καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ὡς εἰκὸς ἔργοις.

Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.

Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος: καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ πείσας Ῥωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν. θείᾳ γὰρ ἐπιπνοίᾳ, ὡς ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἧν λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία. τῆς οὖν Ἀφρικῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ. καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατείαν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ: δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν ἐκβάλλει τῆς παρεμβολῆς αὐτόν: καὶ ταύτης γίνεται κύριος σὺν τοῖς φύλαξι τετρακισχιλίοις καὶ πεντακοσίοις

63
ἀνδράσιν. οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. αἱρεῖ δὲ καὶ Σύμφακιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος καὶ τὸν μὲν Σύμφακιν εἰς τὴν Ῥώμην ἐξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων. γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν.