Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης: ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε. καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκηπίωνα Καρχηδόνιοι: ὁ δὲ ἀναπέμπει πρὸς Ῥωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνακωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἄν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. καὶ τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός: δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκηπίωνα. καὶ τίθεται ταῦτα ἐφ̓ ᾧτε μὴ πλείους ἢ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήκοντα μυριάδων ἀργυρίου σταθμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ τοὺς προσηλύτας ἀποδοῦναι.

Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο: ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκηπίωνος στρατιᾶς συλληφθῆναι. ἀλλ̓ ὁ Σκηπίων αὐτοὺς διαφῆκε καὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν. ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς γίγνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. αἱ σπονδαὶ ἀνελήφθησαν, ἐφ̓ οἷς ἐγένοντο τὴν ἀρχήν, προστεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν, ἀργυρίου λίτρων εἰς δέκα μυριάδας. ἀλλ̓ οὐκ ἐδέξαντο τὴν προσθήκην οἱ Καρχηδόνιοι, προσέταξαν δὲ τὸν Ἀννίβαν πολέμῳ κρίνεσθαι. ἐπῆλθε τοίνυν αὐτός τε Σκηπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμιδῶν βασιλεύς, φίλος καὶ σύμμαχος τῷ Σκηπίωνι γεγενημένος. μελλούσης δὲ κινεῖσθαι τῆς μάχης ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν Ἀννίβας καὶ πέμπει κατασκόπους. τούτους ἑλὼν ὁ Σκηπίων ἐπιδειχθῆναι τε αὐτοῖς προσέταξε τὸ στράτευμα καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευήν, δειπνήσαντας δὲ ἀφεθῆναι μηνύσοντας ἅπερ τεθέαντο.

Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἧν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν: ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷ τε ὁ Σκηπίων

65
καὶ μικροῦ ζῶντα τὸν Ἀννίβαν αἱρεῖ. ἀλλ̓ ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη: πλοῦτος δέ, ὅσος οὔπω πρότερον, ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμός: ἐσθήματά τε πολλὰ καὶ παντοδαπά. οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς καὶ πρὸς τὴν Ῥώμην ἐπανῆκεν ὁ Σκηπίων καὶ τὴν νίκην ἐθριάμβευσεν Ἀφρικανός τε ἐπεκλήθη τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος. ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.