Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀλλ’ οὐκ ἐστὶ συκοφάντου δήγματος.

Ἅλμη ἰχθύων, κρεῶν δὲ ζωμός.

Ἀλογίου δίκη: ἣν φεύγουσιν οἱ ἄρχοντες λόγον τῆς ἀρχῆς οὐ διδόντες.

Ἅμα κνέφας ἅμ’ ὄρθρος.

Ἃ μὴ κατέθου, μὴ ἀνέλῃ: παρεγγυᾶται τῶν ἀλλοτρίων ἀπέχειν.

Ἀμύνει, ὡς ἔοικεν, ἡ πάγη: παρόσον καὶ ἡ δολιότης βοηθεῖ.

Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων.

Ἀνεῤῥίφθω κύβος: ἐπὶ τῶν ἀνελπίστοις ἑαυτοὺς ἐπιῤῥιπτόντων ἢ ὑπό τινος βίας συνωθουμένων.

Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος: ἐπὶ τῶν ἀμαθᾶς ἐπί τινα ἔργα ἐρχομένων.

Ἀνίπτοις· χερσίν: [ἐπὶ τῶν σκωπτικῶν τίθεται. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς καταλελοιπὼς παίγνια εὐρυθμότατα καὶ σκώμματα κομψότατα. Οἱ δὲ ὅτι μελῶν ἦν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσήνιος.]

Ἄννας κρίβανος: Ἄνναν Αἰγυπτίαν φασὶν ἐπινενοηκέναι τὸν κρίβανον εἰς τὴν τῶν ἄρτων ὄπτησιν. Ἀφ’ ἧς ἡ παροιμία.

Ἀντ’ ἰσχάδος: ἐπὶ τῶν μηδενὸς ἀξίων. παρόσον εὐτελέστατον ἡ ἰσχάς.

Ἄξιος ὀβελίσκον καὶ ἀπὸ ὀβελίσκον: ἀπὸ τῶν ἰχθυδίων. Καὶ ἄξιος τοῦ παντός, ἐπὶ τῶν σφόδρα τιμίων.

Ἁπαλοὶ θερμολουσίαις: ἀντὶ τοῦ τρυφηλοὶ καὶ τὴν σάρκα διαῤῥέοντες.

Ἅπαντα τόλμης καὶ ἀναισχυντίας: ὅτι ἡ ἀναισχυντία νικᾷ τὰ πολλά.

Ἅπερ τὴν γλαῦκα θηρᾶν: ἐπὶ τῶν εὐτελές τι ζητούντων, παρόσον ἡ γλαὺξ μικρὰ καὶ γλίσχρα θηρᾶ.

Ἁπλοῦν θύλακον πάτει: ἐπὶ τῶν εὐκαταφρονήτων.

Ἀπὸ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς εὐτελῆ μεταβαινόντων οἷον ἀπὸ γραμματικῆς εἰς χαλκευτικήν.

Ἀργυρὰν λιμόν: τοῖς ἀπειθοῦσιν ὁ Ἀπόλλων ἠπείλησε πολλάκις ἀργυρὰν λιμὸν ἀποπέμπειν, ὡς μέλλουσιν ἀργυρίου σῖτον ὠνήσεσθαι.

Ἀρουραία μάντις: ἀκρίς ἐστι δυςκίνητος. Ταύτης ταῖς κινήσεσιν οἱ ἀγροῖκοι μαντεύονται. Τίθεται τοίνυν ἐπὶ τῶν νωθρῶν καὶ δυςκινήτων. Οἱ δὲ ἐπὶ τῶν εἰκῆ ταῖς μαντείαις φλυαρούντων.