Paroemiae
Gregorius II
Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γίνῃ: οἱ γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο.
Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστράτου παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Ἀθηναίους εἰς τἀναλώματα ἀναγκάσας.
Τὸν ἐγκέφαλον κατασεσεῖσθαί μοι δοκεῖς,
Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον· ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δὲ ἐγώ.
Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἰσχυρῶς νοσούντων. εἰώθασι γὰρ στεφανοῦν σελίνοις τὰ μνήματα.
Τραγικὸς πίθηκος: ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων.
Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον.
Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν ὑπὲρ μηδὲν πονούντων.
Ὑπὸ παντὸς λίθου σκορπίος εὕδει: ἐπὶ κακοηθῶν.
Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ὅμοιον τό, Ὑπερβάθμιον πόδα τείνεις.
Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς: οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίξῃ καὶ κινδυνεύεις.
Ὑπηνέμια τίκτει: ψευδῆ καὶ ἀβέβαια.
Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων.
Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.
Ὗς ὑπὸ ῥόπαλον: ἐπὶ τῶν ἑαυτοὺς εἷς ὄλεθρον ἐμβαλλόντων.
Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος: νωθροὶ γὰρ δοκοῦσι οἱ Φρύγες οἰκέται.
Φρυνώνδας ἄλλος: ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων.
Χαλεπὸν χορίου κύνα γεύειν.
Χρήματ’ ἀνὴρ· πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός.
Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα.