Paroemiae
Gregorius II
Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Κύων ἐπὶ τὸν ἴδιον ἔμετον.
Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν.
Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πράγματος ἀπολιμπανομένων.
Κολοφῶνα ἐπέθήκας: ἤτοι τὸ τέλειον καὶ πλήρες.
Κατὰ ῥοῦν φέρεται.
Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων.
Κενοὶ κενὰ βουλεύονται.
Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπληστον δὲ τὸ ζῶον.
Κριὸς τὰ τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρίστων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας.
Κακὰ μὲν θρίπες, κακὰ δ’ ἴπες: ἄμφω γὰρ λυμαντικοὶ· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν.
Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν.
Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων καὶ [πρὸς τοῦτο] ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει.
Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χορεύει: ἐπὶ τῶν μάτην πονούντων.
Λύκου πτερὸν ζητεῖς: ἐπὶ τῶν ἀδυνάτων.
Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ αὐτὰ [διὰ τῶν αὐτῶν] πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα.
Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.
Λύδιον ἅρμα: ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ Λύδιον θέεις.
Λευκῷ λίθῳ λενκὴ στάθμη.