Paroemiae
Gregorius II
Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Δεύτερος πλοῦς.
Δελφῖνα λεκάνη οὐ χωρεῖ.
Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν.
Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυθρωπῶν καὶ ὠχρῶν.
Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν.
Ἔστω ταμίας, τἄλλα δ’ εἰ βούλει κύων: ἐπὶ τῶν παρ’ ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων.
Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο: λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων.
Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον.
Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ὁρώντων.
Ἐκπερδικίσαι: ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρασκόντων τοὺς θηρευτάς.
Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ.
Ἐμαυτῷ βαλανεύσω: ἐμαυτῷ διακονήσω.
Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων.
Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων.
Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μικροῦ δεῖ καταφρονεῖν.
Ἑρμῆς ἀμύητος.
Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευσμένων φίλων.
Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν συζώντων ἡδυπαθείαις.
Ἐνδύεται τὴν λεοντῆν.
Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων.