Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1760 παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι τῶν κατὰ τὴν ὑπόθεσιν λοιπὸν δὲ ἔνια παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον.

1768 εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι.