Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

849 μάκιστον μέγιστον, εὐσύμβολον, σύμφορον.

851 ἐξίδου ὅτι πράξεις: θεώρησον, βλέψον· πλεονάζει γὰρ ἡ ἐξ καθάπερ καὶ ἐπὶ τούτων, ἀνεπίστασο ἀντὶ ἐπίστασο καὶ ἐνδίδαξον ἀντὶ τοῦ δίδαξον. ὅτι ὅπως.

852 ὧν ὅν.

ὃν αὐδῶμαι διʼ ὃν λέγω ἀντὶ τὸν Φιλοκτήτην. διὰ μέσου τοῦτο εἴρηκεν.

[*](4 εὐδοξίαν] εὐεξίαν G. — 13 ἠρέμα] ἥμερα L, ἡμέρα l. corr Br — 21 σύμφορον] συμφορὰ primo L. — 22 ἐξίδου etiam in textu L. — 23 et 24 ἐξεπίστασο et ἐκδίδαξον Br.)
377

853 εἰ ταὐτὰν τούτῳ γνώμαν; εἰ τὴν αὐτὴν τῷ Ὀδυσσεῖ γνώμην ἔχεις ὥστε αἴρειν τὸν Φιλοκτήτην ἐντεῦθεν.

ἔχεις ἴσχεις.

854 ἄπορα πυκινοῖσιν: ἄπορόν ἐστι καὶ τοῖς συνετοῖς συνιδεῖν τὸ πρακτέον· λείπει οὖν ὁ καί. γράφε πυκνοῖς ἵνʼ ᾖ ἐν πράγμασι πυκνοῖς συνιδεῖν τὸ πρακτέον ἄπορον.

855 οὖρος ἐπιτήδειος καιρός.

856 ἀνόμματος ἐστέρηται τοῦ φωτός.

858 ἐκτέταται νύχιος. ἐπεὶ κατὰ νύκτα καθεύδουσι παρὰ τοῦτο εἶπεν τὴν ἡμέραν νύκτα ἄγων ἀντὶ κοιμώμενος· τὸ δὲ ἑξῆς, ἐκτέταται νύχιος, οὐ χερός, οὐ ποδὺς ἄρχων ἀντὶ οὐδὲν τῶν μελῶν δυνάμενος κινεῖν οὐδὲ βλέπειν.

859 ἀλεὴς ὕπνος ἐσθλός: ὁ ὕπνος ὁ ὑπὸ τὴν ἀλέαν τοῦ ἡλίου. ἀλεὴς θερμὸς παρὰ τὴν ἀλέαν· Ὅμηρος

  • ἀλέη τε γένηται·
  • τοῦτο δὲ καθʼ ἑαυτόν φησιν, ὁ ὕπνος σύμφορος ἡμῖν ἐστι καὶ τοῖς πράγμασιν ἀγαθός.

    863 τὸ δʼ ἁλώσιμον τὸ δὲ ἀγρεύσιμον ὅ ἐστι [*](Fol. 89 b) τὸ πέρας ἀνάκειται τῇ ἐμῇ φροντίδι.

    864 ὁ πόνος ὁ μὴ φόβον ἔχων κράτιστός ἐστιν ὅ ἐστιν ὁ μὴ πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν.

    865 ἀφεστάναι φρενῶν παραφρονεῖν.

    868 οἰκούρημα φυλακή, παρουσία.

    [*](6 γράφε πυκνοῖσιν Lasc. - 16 et 17 ἀλέης utrobique L. — 19 Od. ρ 23. ἀλέηται (αι in compendio) ut l pr. L. — 20 ὁ addiderunt G, l. — 23 τὸ addidi. — 26 ἀνύσομεν Br.)
    378

    869 ἐξηύχησ᾿  | ἐνόμισα.

    870 ἐλεεινῶς. οἰκτρῶς ὑπομεῖναι.

    875 ἐν εὐχερεῖ ἐν ἐλαχίστῳ.

    876 δυσοσμίας γέμων πεπληρωμένος σὺ τῆς ἐμῆς δυσοσμίας.

    880 ὅταν με ὁ κάματος ἀφῇ.

    κόπος μ᾿  ἀπαλλάξῃ γράφε κόπου ἀπαλλαχθῶμεν.

    881 ἐπίσχωμεν πέρα κωλύσωμεν.

    885 ξυμφορὰς τύχας.