Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

561 φροῦδοι ἀφανεῖς, κρυπτοί.

[*](Fol. 86 a)

562 Θησέως κόροι Ἀκάμας καὶ Δημοφῶν ὧν οὐ μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ.

574 μὴ φώνει μέγα μὴ βόα.

578 κατὰ σκότον — διεμπολᾷ λάθρᾳ ἀπατᾷ.

582 μὴ διαβάλῃς με, φησί, τῷ τῶν Ἑλλήνων στρατῷ· εὐεργετήθην γὰρ ὑπʼ αὐτῶν πολλά.

583 ὑπ᾿  ἐκείνων εὐεργετούμενος ἀντευεργετῶ αὐτοὺς ὡς δύναται πένης εὐεργετεῖν δῆλον ὅτι ὑπηρετῶν.

[*](1 τὴν add. Br. εἰς οἴκησιν L, corr. Wunderus. — 6 ἀπάγειν L, corr. Lasc. — 9 ἰδὼν incl. A. — 12 νῆσων L. — 26 γὰρ add. G.)
368

589 ὅρα τί ποιεῖς, παῖ ταῦτα πλαγίως νοητέον.

590 σὲ θήσομαι τῶνδʼ αἴτιον αἴτιόν σε ποιήσω τῶν πραττομένων.

ποιοῦ λέγων ποιοῦ με αἴτιον ὧν μέλλεις λέγειν.

591 τώδʼ περ κλύεις οὔτοι οὕσπερ κλύεις.

593 ἢ μὴν ὄντως μήν.

597 θατέρου τοῦ Διομήδους.

εὐτολμότερος ἦν εἰς τὸ δρᾶσαι.

598 τίνος πράγματος χάριν οὕτω διὰ τοσούτου χρόνου ἐπεστράφησαν καὶ φροντίδα ἐποιήσαντο τοῦ Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ αὐτῶν ἀποβληθέντος;

601 βία φθόνος.

[*](Fol. 86 b)

606 οὗτος ὁ Ὀδυσσεύς.

607 ὁ πάντ᾿  ἀκούων αἰσχρὰ ὁ ὑπὸ πάντων ὑβριζόμενος.

609 οὐχ ἀπλῶς εἶπεν τὴν θήραν καλὴν ἀλλὰ διὰ τὴν πόρθησιν τῆς Ἰλίου· αὐτὸς γὰρ ἑρμηνεύει τὸν τρόπον τῆς πορθήσεως.

616 δηλώσειν δείξειν.

619 ἐφεῖτο ὑπέσχετο, ἐπηγγείλατο.

620 παῖ λείπει Ποίαντος.

623 στελεῖν πέμψειν.