Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1081 κοίλας πέτρας: σπήλαιον θερμὸν διὰ [*](13 0d. θ 215. — 15 τίϲ σου, ϲ serius addito L. — 19 μιμήσεσθε?)

383
τὸν ἥλιον καὶ διὰ τὸ ψῦχος παγετῶδες· ἢ οὕτως, ἐν θέρει ψυχρόν, ἐν δὲ χειμῶνι θερμὸν ἀντὶ ἐπιτήδειον εἰς χειμῶνα καὶ θέρος· γύαλον δὲ ἀντὶ τοῦ κεῦθος· κυρίως δὲ γύαλα τὰ κοῖλα λέγεται, ἀλλʼ ἐὰν οὕτω μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος ἢ ἀντὶ τὸ ἄλσος μετάφράζομεν.

1084 ἀλλά μοι καὶ θνήσκοντι συνοίσῃ: ἀντὶ καὶ ἀπολλυμένῳ μοι σύμφορον ἔσῃ καὶ ὠφέλιμον καὶ δέξῃ με ἀποθανόντα· ἢ οὕτω, σὺν ἐμοὶ ἔσῃ καὶ ὄψει με ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με.

1089 τί ποτʼ αὖ μοι τὸ κατʼ ἦμαρ: τί ἄρα τρόφιμόν μοι καθʼ ἡμέραν ἔσται; οὐ γὰρ ἐπικρατῶ ἐμαυτῷ· ἢ οὐ γὰρ ἔτι ἔχω ἐλπίδα.

1091 σιτονόμου σῖτον νέμοντος, τροφέως. πόθεν ἐλπίδος; ἀπὸ ποίας ἐλπίδος;

1092 εἴθʼ αἰθέρος ἄνω: τὸ ἑξῆς, εἴθε αἰθέρος ἄνω ἕλωσί με ὀξύτονοι δρομάδες διὰ πνεύματος· τινὲς δὲ οὕτω, μετὰ ὀξυτόνου πνεύματος ἕλωσί με· ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. γράφε δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ ἀεὶ πεινῆν.

1093 πτωκάδες: αἱ Ἅρπυιαι ἐπιθετικῶς διὰ τὸ ἐπεμπίπτειν ἢ διὰ τὴν φωνήν· εἰ δὲ γράφεται πτωγάδες αἱ ἀεὶ πεινῶσαι· τοῦτο γὰρ πάσχουσιν οἱ πτωχοί.

[*](1 καὶ] ἢ L, corr. Br. — 3 κεῦθος] Il. χ 482. Antig. v. 818. — 14 ἐμαυτῷ| ἐμαυτὸν L, correxi; sententia est: οὐ γὰρ ἐπικρατῶ τοῦ τροφίμου ἐμαυτῷ (═ τί ποτʼ αὖ μοι τὸ κατʼ ἦμαρ ἔσται;); τῆς ἀναγκαίου τροφῆς ἐπικρατεῖν legitur apud Thucydid. I, 2, 2; male Hermannus scripserat οὐ γὰρ ἔτι κρατῶ ἐμαυτοῦ. — 17 et 23] inverso ordine habet L.)
384

γράφεται πτωμάδες, πτωκάδες, πτωχάδες πρωτάδες, δρομάδες.

1095 σύ τοι σύ τοι κατηξίωσας: σὺ σαυτῷ περιεποίησας τὴν νόσον, σὺ σαυτῷ τούτων πρόξενος γέγονας, ὦ δυστυχέστατε, σὺ σαυτῷ κατηξίωσας καὶ οὐκ ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, διὸ μηδένα ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ διαφυγεῖν.

1097 ἔχῃ συνέχῃεὖτέ

1099 γε παρὸν φρονῆσαι: ὅτε γε παρόντος σοι φρονῆσαι τὸ λυσιτελὲς ἑλέσθαι ἀπὸ πλείονος δαίμονος τὸ κάκιον εἵλου, τὸ μὴ ἐλθεῖν· πλείονος δὲ δαίμονος λέγει τοῦ λυσιτελεστέρου καὶ συμφόρου.

1100 τοῦ λῴονος δαίμονος τοῦ συμφέροντος. λείπει ἡ ἀντί.

1103 λωβατὸς ἐπίπονος.

ὃς ἤδη μετʼ οὐδενός: τὸ ἑξῆς, ὅς ἤδη ἐνθάδε ὀλοῦμαι μετʼ οὐδενὸς ὕστερον ἀνδρὸς εἰσοπίσω τάλας ναίων· ὁ δὲ νοῦς, ἄρα ἐγὼ δύστηνος ἐνταῦθα ἀπολοῦμαι ἀνθρώπων κεχωρισμένος;

1108 οὐ φορβὰν ἔτι προσφέρων: ἀντὶ προσφερόμενος· ἐνίοτε δὲ ἔμπαλίν φησι διακονούμενος ἀντὶ τοῦ διακονῶν καὶ στιβαδοποιούμενος ἀντὶ στιβάδα ποιῶν.

1111 ἀλλά μοι ἄσκοπα. ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι· γράφεται δὲ καὶ ἄψοφα ἀπὸ τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν [*](1 πρωτάδες inclusi; πλωάδες coll. Apollon Rhod. II, 1055 et Hesych. s. v. Br., πλωιάδες Gedikius, πτωάδες Vossius. — 11 φρονῆσαι] σωφρονῆσαι L, corr. Herm. ἑλέσθαι addidi. — 11 et 12 πλείονος] λῴονος utrobique Lasc. — 22 διακονούμενος] Philoct. v. 287. — 23 στιβαδοποιούμενος] Nauck fragm. 989. στιβαδοποιῶν Lasc. — 26 ἀπὸ μεταφορᾶς] pertinet ad ὑπέδυ.)

385
κολυμβώντων· κρυπτὰ δὲ ἔπη φησὶ τὰ τοῦ Ὀδυσσέως. εἰς τὸ αὐτό: ἀλλά μοι τὰ ἀφανῆ καὶ κρυπτὰ ἔπη δολίας φρενὸς ὑπέδυ με· τὸ δὲ ἑξῆς, ἀλλά μοι ὑπέδυ ἄσκοπα κρυπτά τε ἔπη δολερᾶς φρενός.

1113 ἰδοίμαν δέ νιν. ἐς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυντικὸν ἀκούεσθαι ἐμὰς λαχόντʼ ἀνίας ἀλλὰ τῆς ποιητικωτέρας ἡ τοιαύτη φράσις.

1116 πότμος σε δαιμόνων: λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό σοι κεκλήρωκεν καὶ οὐχ ὑπʼ ἐμοῦ δεδόλωσαι· κατὰ κοινοῦ τὸ ἔσχεν, τὸ δὲ ἑξῆς, πότμος σε δαιμόνων τάδʼ ἔσχεν οὐδέ σε δόλος ἔσχεν ὑπὸ χειρὸς ἐμᾶς· ὁ δὲ νοῦς, παῦσαι τῶν καταρῶν τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι.

1120 ἀρὰν ἀρὰν ἐπʼ ἄλλοις: δεῖ ἀκούεσθαι ἐπὶ τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν.

1121 καὶ γὰρ ἐμοὶ τοῦτο μέλει: μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές φασι, μὴ ᾀπώσῃ τὴν φιλίαν ἡμῶν.

[*](2 ἔπη addidi. — 7 δεῖ] δύναται Elmsl. — 8 ποιητικωτέρας] πολιτικωτέρας M. Schmidt. Didym. p. 94; cf. Schaefer. ad Dionys. de composit. verb. p. 6, Bekkeri Anecd. p. 15, 11 schol. Electr. v. 87. — 11 σοι add. Br. — 15 φίλε] Φιλοκτῆτα Lasc.; cf. schol. v. 830. — 16 ταύτης οὐχ ἡ (deleta) παραίτιος κ. ἑ. L. — 20 μάτην] interpretatio pertinet ad neutrum ἄλλοις. — 24 ἐχθροὺς L, corr Lasc.)
386

1122 μὴ φιλότητʼ ἀπώσῃ λείπει ἵνα. φιλότητ᾿ ἣν ἔχομεν πρὸς σέ.

[*](Fol. 92 b)

1125 γελᾷ ὁ Ὀδυσσεύς.

πάλλων τὰ τόξα φησίν.

1129 ἐκβεβιασμένον ἐξηρπασμένον.