Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

883 τάνδʼ αἰχμὰν βέλεος. περιφραστικῶς τὸ βέλος· βέλος δὲ εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος ἰοβόλον μέγα κακὸν προσετρίψατο τῷ Ἡρακλεῖ.

[*](11 θανοῦσα addidi. — 13 ἦλθε delet Ο. Hensius. — 21 νόσος] θυμὸς L, correxi. — 23 ad τίς ἦν v. 890 adscriptum in L, corr. Elmsl. — 24 συνεῖλεν] ἀνεῖλεν? — 25 τᾶνδʼ αἰχμᾶν L. — 28 προετρίψατο L, προστρίψατο l, corr. Br.)
331

885 πρὸς θανάτῳ θάνατον τὸν ἑαυτῆς πρὸς τῷ Ἡρακλέους.

888 ἐπεῖδες, ματαία: τεθέασαι τὴν ἐκείνης τόλμαν; ἐκαρτέρησας ἰδεῖν τὴν ὠμότητα; οὕτως γὰρ εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὄμηρος γὰρ τὸ μάταιον μέλεον καλεῖ

  • οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος.
  • 891 ταῦτα τῇ χειρὶ ἑαυτῆς διεπράξατο.

    [*](Fol. 75 a)

    892 τί φωνεῖς; ἀντὶ τοῦ ἄπιστα λέγεις. σαφηνῆ ἀληθῆ.

    894 ἁ νέορτος ἄδε νύμφα ἡ νεωστὶ ἐνταῦθα ὁρμήσασα Ἰόλη· ἀνέορτος δὲ ἀντὶ τοῦ αἰσχρὰ καὶ ἀπρεπής.

    895 κτίσαι κατασκευάσαι καὶ ποιῆσαι· καλῶς δὲ ὡς ἐπὶ μεγάλῳ τολμήματι εἶπεν τὴν λέξιν.

    899 οὕτως ἀκριβῶς διηγήσομαί σοι τὸ πρᾶγμα ὡς πεισθῆναί σε ὅτι ἀληθῆ λέγω.

    901 κοῖλα γράφε κοινά, ἢ τὰ τοῦ θανάτου ἢ τὰ αὐτῆς καὶ τὰ αὐτοῦ.

    902 στορνύνθ᾿| τὸν Ὕλλον στρωννύντα.

    905 ἐρήμη χήρα.

    κλαῖε δʼ ὀργάνων ὅτου ψαύσειεν καὶ εἰ ἥπτετό τινος ἐργαλείου ὧν εἴωθε μεταχειρίζεσθαι συνόντος αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἢ τινος τοιούτου ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ συμφοραῖς.

    [*](5 καὶ νῦν] cf. v. 863. — 8 Il. ψ 795. — 20 τὰ αὐτοῦ] P αὐτοῦ L, correxi. — 23 ὅτου] ὅτε in lemmate l. εἰ addidi.)
    332

    ὀργάνων ἢ τῶν ἰστουργικῶν ἢ τῶν ἐργαλείων οἷς τὸν πέπλον ἔχρισεν.

    907 ἄλλῃ δὲ κἄλλῃ ἀντὶ τῇδε κἀκεῖσε.

    911 ἐπεὶ μηκέτι ἔμελλεν παῖδας τίκτειν ἤτοι σχήσειν· ὅτι τοῦ λοιποῦ οὐ γενήσονται συνουσίαι πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν· οὐσίας δὲ κοίτας, συνουδίας.

    914 ἐπεσκιασμένη περικεκαλυμμένη, κρύπτουσα.

    915 φρούρουν ἐφύλαττον.

    δεμνίοις τοῖς Ἡρακλείοις ἔνθα συνεκάθευδον· ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος.

    917 ἐπενθοροῦσ᾿ ἄνω ἐναλλομένη ἄνω εἰς τὴν κλίνην.

    922 εὐνήτριαν εὐναζομένην, κοιμωμένην.

    925 πρὸς τῷ στήθει γὰρ ἐπερονῶντο αἱ γυναῖκες. ἐκ δʼ ἐλώπισεν ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ ἱμάτιον.

    928 τῷ παιδὶ τῷ Ὕλλῳ τῷ παιδὶ τῆς τοιαῦτα τολμώσης.

    929 κἀν ᾧ καὶ ἐν ᾧ· καὶ ἐν ὅσῳ διετρέχομεν πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν ἑαυτὴν ἀνελοῦσα.