Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

738 στυγούμενον λυπηρὸν καὶ μίσους ἄξιον.

742 τὸ γὰρ φανθέν: τὸ ἅπαξ πραχθὲν καὶ ἐπὶ πέρας ἐλθὸν πῶς ἄν τις μὴ γενέσθαι ποιήσειεν; Πίνδαρος

  • τῶν δὲ πεπραγμένων
  • ἐν δίκᾳ τε καὶ παρὰ δίκαν ἀποίητον οὐδʼ ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος.

    745 ἄζηλον. φαῦλον, ὃ οὐδεὶς ζηλώσειεν.

    746 αὐτὸς βαρεῖαν ξυμφοράν: τὰ μὲν ἑώρακα πάσχοντος τὰ δὲ ἀνοιμώζοντος ἤκουσα.

    747 πατρὸς περὶ τοῦ πατρός.

    καὶ κατὰ γλῶσσαν κλύων: ἀντὶ ἀνοιμώξαντος αὐτοῦ κατὰ τὴν γλῶσσαν.

    748 ποῦ δʼ ἐμπελάζεις. προσπελάζεις· παρίστασαι δὲ ἀντὶ τοῦ πλησίον γέγονας.

    750 ὅθʼ εἷρπε κ. ἐ. καινοπρεπὴς ἡ φράσις.

    752 ἦλθεν εἰς τὴν Εὔβοιαν ἧς ἀκρωτήριόν ἐστι τὸ Κηναῖον.

    754 τεμενίαν τε φυλλάδα τὸν ἀπὸ τῶν τεμενῶν στέφανον· ἢ τέμενος πολύφυλλον.

    757 ἐλέγετο ὁ Λίχας σύντροφος εἶναι Ὕλλοῦ.

    759 ἐνδυσάμενος ὡς σὺ ἐνετείλω.

    763 ὁ Ἡρακλῆς ἱλαρᾷ τῇ φρενὶ κατηύξατό σοι χαίρων ἐπὶ τῷ πέπλῳ.

    [*](1 ad v. 734 adscriptum in L, corr. Lasc. — 8 Olymp. II, 29. — 10 θέμεναι L, corr. l. — 20 ἧς] ἡ L, corr. Lasc. — 21 Κηναῖον etiam in textu L; v. schol. v. 993. — 22 τὸν] τῶν L, corr. Lasc. — 26 φρενὶ] φωνῇ l.)
    322

    764 κατηύχετο λείπει τὸ σοι.

    765 ὅτε δὲ ἀπὸ τῶν θυμάτων καὶ τῶν ξύλων ἡ φλὸξ ἀνεκαίετο τότε ἱδρὼς ἀνῄει περὶ τὸ σῶμα αὐτοῦ.

    766 φλὸξ αἱματηρά: αἱματηρὰ ὅτι ἐκ τοῦ αἵματος τῶν ἱερείων συνίσταται· πιείρας δὲ δρυὸς λιπαροῦ ξύλου· δρῦν γὰρ λέγει πᾶν δένδρον.

    [*](Fol. 73b)

    768 πλευραῖσιν ἀρτίκολλος: ὡς ὑπὸ τέκτονος καλῶς συγκεκολλημένος· τὸ δὲ ἐξῆς, καὶ προσκολλητὸς ὁ χιτὼν κατὰ πᾶν μέρος ὡς ἂν ξύλῳ νεαρὰ κόλλα ὑπὸ τέκτονος προσείη χρισθεῖσα.

    770 ὀδαγμὸς ἀντίσπαστος. κνησμός· δήξασθαι γὰρ τὸ κνήσασθαι· ἀντίσπαστος δὲ ἴσος σπασμῷ ἢ μετὰ σπασμοῦ· γίνεται δὲ ὁ ψόφος ἀπὸ σπασμοῦ.

    φοινίας τυφῶνος μὲν γὰρ καὶ ἐχίδνης ὕδρα.

    771 ἰὸς ὡς ἐδαίνυτο ὡς κατήσθιεν αὐτὸν ὁ ἰός.

    775 τὸ σὸν μόνης δώρημ᾿ ἔλεξεν: εἶπεν ὅτι σὺ αὐτῷ προσήγαγες τὸν πέπλον ὡς ἀπέσταλται ὑπὸ σοῦ οἷον οὐδὲν ἀφʼ ἑαυτοῦ πανουργήσας.

    779 μάρψας ποδός νιν; δραξάμενος τοῦ ποδὸς τοῦ Λίχα κατʼ ἐκεῖνο τὸ μέρος ἔνθα δεσμεῖται τὸ ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἢ τι τοιοῦτο· εἴρηται δὲ ἀπὸ τῶν λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὅν· Ὅμηρος

  • δίδη μόσχοισι λύγοισιν.
  • [*](3 ἀνῄει] ἀνείη L, corr. Lasc. — 9 νεαρᾶ L, corr. Lasc. κόλλη L, corr. Br. — 12 σπασμῷ] σπασμοῦ L, corr. Lasc. — 13 ψόφος] i e. θάνατος; etiamnunc Graeci dici- mus ψοφῶ pro θνήσκω ut apud Homerum δούπησε πεσών; similiter σκοτώνω (σκοτόω — ῶ) pro κτείνω (τὸν δὲ σκότος ὄσσε κάλυψε Homer.). — 14 μὲν incl. Br. — 21 οὖ] ὅ L, Lasc., corr. Br. — 25 Il. λ 105. λύγοισι L.)
    323

    ᾗ λυγίζεται: ἁρμόζεται, κάμπτεται, συστρέφεται· ὅπου ἐστὶν ὁ δεσμὸς τῶν νευρῶν, ἔνθα ὑποδεσμούμεθα.