Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

628 προσδέγματα: ὑποδοχάς· λέγει δὲ ὅτι οἶσθα πῶς φιλοφρόνως αὐτὴν προσηκάμην· καὶ τοῦτο δὲ ἐπαγωγὸν πρὸς Ἡρακλέα εἴ γε τὴν ὑπονοουμένην φιλοφρόνως προσεδέξατο.

629 ὥστʼ ἐκπλαγῆναι: ὅτι ἀσμένως αὐτὴν ὑπεδέξω ὡς θαυμάσαι με καὶ ἐπὶ τούτῳ χαρῆναι.

630 δέδοικα γάρ: δέδοικα γάρ, φησί, μὴ πρὸ καιροῦ εἴποις τὸν ἐξ ἐμοῦ πόθον ἕως μάθωμεν εἰ καὶ αὐτὸς ἡμᾶς ποθεῖ· διὰ δὲ τούτων ἐρεθίζει αὐτὸν πλέον εἰπεῖν.

633 ναύλοχα καὶ πετραῖα: δοκεῖ τοῦτο παρʼ ἱστορίαν εἶναι· φασὶ γὰρ πρῶτον ἐν Τραχῖνι τῷ Ἡρακλεῖ ἀναδεδόσθαι, ἐνταῦθα δὲ ὡς προϋπαρχόντων αὐτῶν φησιν.

ναύλοχα: ὁ χορὸς τοὺς περὶ τὴν ἴτην οἰκοῦντας προσκαλεῖται ἐπὶ τὸ πανηγυρίσαι διὰ τὴν προσδοκωμένην ἐπιδημίαν τοῦ Ἡρακλέους· ὁ δὲ νοῦς, οἱ τὰ παραθαλάσσια θερμὰ λουτρὰ ἐνοικοῦντες καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης καὶ τὸν Μηλιακὸν κόλπον ἔτι τε καὶ τὴν ἀκτὴν τῆς χρυσοτόξου, Ἀρτέμιδος, ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν ἥξει αὐλὸς καὶ [*](12 τουτο L, corr. Iuntina. — 26 καὶ inclusi. — 27 φασὶν] φησὶν L, corr. Elmsl.)

315
καταλήψεται ὑμῶν τὰς ἀκοὰς ἡδύ τι καὶ μουσικὸν προσπνέων, οὐκ ἐχθρὰν οὐδʼ ἀπευκτὴν φωνὴν ἀλλὰ θείας μούσης ἀντίλυρον ὅ ἐστι φωνῆς γλυκείας.

ναύλοχα. παραθαλάττια λουτρά· φησὶ δὲ τὰ Ἡράκλεια ἅπερ λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτη κεῖσθαι· ἔνιοι δὲ ἐν Σικελίρᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά.

634 καὶ πάγους πάγοι εἰσὶν ὑψηλοὶ τόποι ἢ αἱ ὀξεῖαι πέτραι· καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης οἰκοῦντες.

636 Μηλίδα παρὰ λίμναν; λίμνην φησὶ τὴν θᾶλάσσον· [*](Fol. 72 a) Ὅμηρος

  • αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσατο λίμνης·
  • ὁ δὲ Ἀηλιακὸς κόλπος Τραχίνιός ἐστιν.

    637 χρυσαλακάτου ἐν Εὐβοίᾳ τιμᾶται χρυσότοξος Ἄρτεμις.

    638 ἔνθʼ Ἑλλάνων ἀγοραί: ὅπου συνάγονται οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην Πυλαίαν περὶ ἧς Ἀγάθων φησὶ Πυλάδην τὸν Στροφίου πρῶτον συστῇσασθαι ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμήστρᾳ μύσος καὶ ἀπʼ αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι Γραχὶν πύλη τῆς Τραχῖνός ἐστιν.

    εἰς τὸ αὐτό: τὴν Μαγνησίαν ἔνθα τὸ τῆς Ἀρτέμιδος παρὰ θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπʼ Ἀρτε- [*](2 ἀπευκτὴν] ἀπεχθῆ 1. — 5 Ἥρα] Ἀθηνᾶ Lasc. coll. schol. Aristoph. Nub. v. 1050. — 13 Od ε 337. αἰθυία L. ἀνεδύ- σετο apud Homerum. — 14 Τραχῖνος? cf. schol. Phil. v. 453. 725. — 18 ἀμφικτυόνες L, corr. Lasc. — 19 Ἀγάθων] fort. Samius, C. Muell. fragm. IV p. 291. — 22 Γραχὶν (τροχίη L) inclusi. — 24 τὸν τῆς L, corr. Lasc. — 25 παραθαλάσσιον Τραχῖνα L, correxi.)

    316
    μισίῳ ναυμαχία συνέβη τοῖς Ἕλλησιν· ἐν Θερμοπύλαις.

    641 οὐκ ἀναρσίαν οὐκ ἐχθρὰν οὐδὲ θρήνων βοήν.

    643 ἀντίλυρον: ἀντίμιμον, ἀντῳδὸν ἀντὶ οὐ μισητὴν φωνὴν ἀλλὰ τὴν ἐκ τοῦ ἐναντίου μέρους τῆς λύρας φωνὴν ἀφʼ οὐ δηλοῦται ὅτι ὁμοῦ αὐλὸς καὶ λύρα ἀναφωνήσουσιν.

    ἰσόλυρον.

    645 σεῦται ὁρμᾶται, ἥξει.

    647 ὃν ἀπόπτολιν εἴχομεν: ὃν ἐκτὸς εἴχομεν τῆς πόλεως εἰς δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει.

    649 πελάγιον: ὅτι πολλάκις καὶ διὰ θαλάττης ἔπλεεν εἴ ποτε εἰς νήσους ἀπῄει.

    650 δάμαρ ἡ Δηιάνειρα.

    652 ὤλλυτο διεφθείρετο.

    653 νῦν δʼ Ἄρης οἰστρηθείς: μανεὶς ὁ περὶ τὴν Οἰχαλίαν πόλεμος ἐξέλυσεν ἡμᾶς τῆς ἀνίας ἣν ἐφʼ ἑκάστης ἡμέρας εἴχομεν.

    εἰς τὸ αὐτό: νῦν δʼ Ἄρης: ὁ πρὸς τὸν Εὔρυτον· ἐξ αὐτοῦ γὰρ εὐθύς ἐπανῆλθεν.

    655 μὴ σταίη πολύκωπον μηδαμοῦ ἡ ναῦς ἀλλαχοῦ ὁρμίσαι ἕως ἐνταῦθα ἀφίκοιτο τὴν Εὔβοιαν νῆσον ὑπερβὰς καὶ καταλιπών· καταστρεψάμενος γὰρ τὴν Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί.

    656 πολύκωπον ὄχημα ναὸς ἀντὶ τοῦ ἡ ναῦς. αὐτῷ τῷ Ἡρακλεῖ.

    660 πανάμερος: ἀντὶ τοῦ τὴν σήμερον ἡμέραν [*](4 μισητὴν] μουσικὴν L, correxi. — 6 ὅτι add. Lasc. — 12 ἄποθεν L, corr. Br.)

    317
    ἔλθοι τῷ πέπλῳ τῆς πειθοῦς θελχθεὶς τῷ ἐκ προφάσεως τοῦ Νέσσου κατεσκευασμένῳ· πειθοῦς δὲ πέπλῳ εἶπεν ὅτι γέγονεν ἐπὶ τὸ μεταπείθειν καὶ μετατιθέναι τὴν Ἡρακλέους γνώμην ἐπὶ τὴν Δηιάνειραν.

    πανάμερος. εὐμενὴς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἔλθοι εἰς ἔρωτα τῆς γυναικὸς διὰ τὸ τοῦ Νέσσου φάρμακον.

    661 παγχρίστῳ: λείπει τὸ πέπλῳ, συγκεκραμένος καὶ ἁρμοσθεὶς τῇ πειθοῖ τοῦ θηρός.