Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1244 δικαιοῖς δίκαιον νομίζεις.

1245 ἀλλʼ ἐκδιδαχθῶ τοῦτο κατʼ ἐρώτησιν.

1247 πράσσειν ἄνωγας: δίκαιόν σοι τοῦτο φαίνεται, τὸ συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί.

1250 θεοῖσι δεικνὺς ἔργον: διαμαρτυράμενος τοὺς θεοὺς γαμήσω τὴν Ἰόλην.

1252 καλῶς τελευτᾷς ἀντὶ τοῦ καλῶς τὸν λόγον ἐπεραίωσας.

1253 ὡς πρὶν ἐμπεσεῖν: ὡς πρὶν εἰς πυράν με θῇς πρὶν ταραχθῆναι ὑπὸ τῆς νόσου.

[*](5 θεηλασίας] ηλασίας L, corr. Lasc. — 12 ἀπευνασθέντος L. με add. Lasc. — 15 ἐς] δὲ l. γὰρ τὸ καὶ l. — 20 με] μαι L, corr. Lasc. — 26 ἐπερατωσας Neuius. — 27 πρὶν inlusi.)
348

1255 ἐγκονεῖτʼ ἐνεργεῖτε καὶ ἀνακουφίσατε.

παῦλά τοι κακῶν; μόνη γὰρ ἀνάπαυσις τὸ παραθεῖναί με τῷ πυρὶ καὶ τοιαύτῃ τελευτῇ χρήσασθαι.

1259 ἄγε νυν πρὶν τήνδʼ ἀνακινῆσαι: ἑαυτὸν παραθαρρύνει ὥστε μὴ βοᾶν κομιζόμενον εἰς τὴν πυράν· ἄγε οὖν, φησίν, σκληρὰ ψυχή, ὡς ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον ἐνδοῦσα τὸ σεαυτῆς στόμα ἐμφραγῆναι ὡανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ μηκέτι ὕδωρ ἀνιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη.

1260 χάλυβος λιθοκόλλητον στόμιον παρέχουσ᾿ λίθινον καὶ σκληρὸν χαλινὸν σαυτῇ ἐπιβαλοῦσα.

1262 ἀνάπαυε βοήν: ἀνάπαυσον τὴν βοὴν ὡς εἰς ἐπίχαρτον ἄμα καὶ ἀκούσιον πρᾶγμα χωροῦσα, τὴν πυράν· πῶς δὲ ἐπίχαρτον καὶ ἀκούσιον; ἐπίχαρτον μὲν ὅτι ἀπαλλάττεται τῆς νόσου ἀκούσιον δὲ ὅτι λυπεῖ πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ

  • ἑκὼν ἀέκοντί γε θυμῷ.
  • 1264 αἴρετ᾿, ὀπαδοί: οὐκ οἰκέταις ἀλλὰ τοῖς ἀκολουθοῦσιν αὐτῷ ἐξ Εὐβοίας φησί

    1265 συγγνωμοσύνην: ἀντὶ συγγνώμην, ὅτι κατὰ γνώμην πατρῴαν τοῦτο ποιῶ.

    1268 οἳ φύσαντες καὶ κλῃζόμενοι: εἰς τὸν Δία ἡ ἀπότασις τοῦ λόγου· ἐκείνους, φησίν, ἀγνώμονας ἡγεῖσθε οἵτινες γεννήσαντες αὐτὸν περιορῶσι τοιαῦτα πάσχοντα.

    1270 ἐφορᾷ περιττὴ ἡ πρόθεσις.

    [*](4 νῦν L. — 6 χαλυβινοῦ L, corr. Lasc. — 8 σεαυτοῦ L, corr. Br. — 9 κεκολλημένου l, correxi — 13 εἰς add. Lasc. — 18 Il. δ 43. — 23 εἰς] πρὸς l.)
    349

    1272 αἰσχρὰ δʼ ἐκείνοις τοῖς γεννήσασιν ἐπονείδιστα.

    1274 τῷ τήνδʼ ἄτην ὑπέχοντι τῷ Ἡρακλεῖ.

    1275 χορός· τινὲς Ὕλλος.

    λείπου μηδὲ σύ, παρθένε: ἔοικεν Ὕλλος ἀποστραφεὶς ταῖς ἀπὸ τοῦ χοροῦ λέγειν τοῦ μὴ ἀπολιμπάνεσθαι τῶν οἴκων ἕως ἂν ἐπανέλθωσιν ἀπὸ τῆς πυρᾶς· τινὲς δὲ γράφουσιν ἐπʼ οἴκων τουτέστι μηδὲ ὑμεῖς περιλείπεσθε ἐνταῦθα ἀλλʼ ἀκολουθήσατε.

    1277 πολλὰ δὲ λείπει τὸ ἐποίησεν. Fol. 79b λείπει τὸ ἐποίησεν· Δία δὲ τὴν εἱμαρμένην ἥτις καὶ ἀγαθῶν ἐστιν αἰτία.

    καινοπαγῆ νεοκατασκεύαστα.

    1278 κοὐδὲν κ. ἐ. οὐδὲν τούτων οὐδεὶς ἔπραξεν εἰ μὴ μόνος ὁ Ζεύς.

    [*](6 τοῦ omittit l. — 7 ἐπέλθωσιν L, corr. Elmsl. — 8 ἐπʼ οἴκων] ἀπʼ οἴκων in textu L. — 11 Δία] διὰ L, corr. Elmsl. ἥτις 〈 κακῶν〉 καὶ ἀγαθῶν Lasc. — 13 καινοπαθῆ in textu L.)