Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

711 καὶ τὸ μὴ τείνειν ἄγαν. μὴ αὐθάδη εἶναι ἀντιτείνοντα τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος

  • γηράσκω δʼ αἰεὶ πάντα διδασκόμενος·
  • Καλλίμαχος:

    [*](8 σε] δὲ Elmsl. — 16 εὐπρεπῶς? cf. schol. v. 733 et Aristotel. rhetor. IlI, 17. — 27 fragm. 18 ubi πολλὰ pro πάντα. — 28 sic nec. plura L.)
    252

    714 αὐτόπρεμνʼ αὐτόριζα.

    716 ὑπείκει ηδὲν τοῖς ἱστίοις μὴ ἐγχαλάσῃ.

    ὑπτίοις ἀντὶ ὑπτίως.

    717 στρέψας στρέψας τὴν ναῦν.

    718 μετάστασιν μετάνοιαν.

    719 ἀντὶ τοῦ εἰ οἷός τέ εἰμι λέγειν κἀγὼ διὰ τὸ νέον.

    720 πρεσβεύειν: ὑπερέχειν· ἐγώ, φησί, τοῦτο οἶμαι ὑπερέχειν, τὸ τὸν ἄνθρωπον φῦναι πάντα ἐπιστάμενον· Ἡσίοδος

    οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσῃ.

    722 εἰ δʼ οὖν εἰ δέ τις ἀνόητος εὑρεθῇ· Δίδυμος δέ φησι ---

    728 μηδὲν διδάσκου ὃ μὴ δίκαιόν ἐστί σοι μανθάνειν· ἢ μηδὲν ἔστω ὃ μὴ δίκαιον.

    730 ἀκοσμοῦντας ἀπειθοῦντας καὶ ἄκοσμα διαπραττομένους.

    733 οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις: οὐκ ἐγὼ ταῦτα λέγω ἀλλὰ πάντες οἱ τὴν πόλιν οἰκοῦντες· χαριέντως δὲ τὴν δίαιταν προσάπτει τῇ πόλει τῷ μὴ δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα.

    734 πόλις γὰρ ἡμῖν ἅ με χρή. ἅ με χρὴ προστάσσειν τῇ πόλει ἐκείνη μοι ἔχει κελεύειν;

    735 χ.

    τὸ χ ὅτι αὐστηρότερον προσηνέχθη τῷ πατρί.

    741. χ.

    εἴπερ γυνὴ σὺ λείπει τυγχάνεις· πάλιν δὲ τὸ χ διὰ τὸ αὐστηρόν.

    [*](1 αὐτόριζα] v. annot. schol. v. 1350. — 11 Opp. 293. νοήσει L. — 12 Δίδυμος] fragm. 6 (p. 242). — 20 δίαιταν] διάνοιαν Wexius.)
    253

    742 διὰ δίκης ἰὼν δικασάμενος, δικαιολογούμενος, παρρησιαζόμενος.

    ἰὼν ἐλθών.

    746 γυναικὸς ὕστερον ἀντὶ τοῦ ἡττηθὲν ὑπὸ γυναικός.

    751 ἡ δʼ οὖν θανεῖται: διʼ ἑαυτὸν ἔφη, ὁ δὲ Fol. 58 a Κρέων ᾤετο διʼ αὐτὸν λέγειν.

    752 ἐπεξέρχῃ περαιτέρω χωρήσεις.

    753 τίς δʼ ἔστʼ ἀπειλή: ποίαν ὠφέλειαν ἔχει ἀπειλὴ πρὸς μωρὸν ἄνθρωπον λεγομένη; σημείωσαι.

    758 τόνδʼ Ὄλυμπον μὰ τὸν Ὄλυμπον.

    759 δεννάσεις λυπήσεις, ὑβρίσεις.

    760 τὸ μῖσος τὴν Ἀντιγόνην φησίν.

    κατʼ ὄμματ’ ὑπʼ ὀφθαλμούς.