Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

519 τοὺς νόμους τούτους τὸ θάπτειν.

γράφε τοὺς νόμους ἴσους.

521 τίς οἶδεν εἰ κάτω στίν: γράφε κάτωθεν ἀντὶ τοῦ κάτω ὡς τὸ

  • Αἴας δ᾿ ἐγγύθεν ἦλθε
  • ἀντὶ τοῦ ἐγγύς· ὁ δὲ νοῦς, τίς οἶδεν εἰ καθʼ Ἅιδου ἀλλήλοις διαλλάσσοντες ἡγοῦνται εὐσεβῆ τάδε; γράφε κάτωθεν.

    523 οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν: τὰς φιλίας, φησί, κοινὰς ποιοῦμαι ἀλλʼ οὐ τὰς ἔχθρας· ἐν δὲ τῷ ὑπομνήματι οὕτως, εἰ καὶ ἐχθαίρουσιν ἀλλήλους οἱ ἀδελφοὶ ἐγὼ οὐ τοιαύτη εἰμὶ τὴν φύσιν ὥστε σὺν ἑτέρῳ αὐτῶν ἐχθαίρειν τὸν ἕτερον ἀλλὰ συμφιλεῖν τοῖς φιλοῦσιν.

    526 εἰκὸς μὲν τὴν Ἰσμήνην ὑπὲρ τῆς ἀδελφῆς ἀγωνιῶσαν στυγνάζειν οὐδὲν δὲ ἧττον καὶ διότιὑπωπτεύθη.

    527 φιλάδελφα φιλαδέλφως.

    528 νεφέλη δʼ ὀφρύων ὕπερ: ἐὰν ἢ δοτικὴ τῇ νεφέλῃ ἔσται ὁ λόγος, τῇ νεφέλῃ τουτέστι τῇ στυγνότητι τῇ ὑπεράνω τῶν ὀφρύων τὸ αἱματόεν ῥέθος αἰσχύνει ἡ Ἰσμήνη τέγγουσα εὐῶπα παρειάν, ἐὰν δὲ κατʼ ὀρθὴν ᾖ ἡ νεφέλη ἔσται μεταξύ, ἡ νεφέλη δʼ ὀφρύων ὕπερ, ἵνα τὸ ἑξῆς τοῖς πρώτοις συνάπτηται, καὶ μὴν πρὸ πυλῶν ἥδ᾿ Ἰσμήνη φιλάδελφα δάκρυα [*](2 ποιῶ] ποιῶν L, corr. Lasc. — 7 Il. η 219, alibi. — 13 ὑπομνήματι] (etiam in schol. v. 1326) L. — 25 ἡ inclusi.)

    243
    λειβομένη αἱματόεν ῥέθος αἰσχύνει τέγγουσα εὐῶπα παρειάν, νεφέλη δʼ ὀφρύων ὕπερ.

    αἱματόεν ῥέθος αἰσχύνει: τὸ ἐπὶ τῷ προσώπῳ ἐρύθημα, ἀλληγορικῶς δὲ εἶπεν τὴν νεφέλην· ἐς γὰρ ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατηφέστερον πεποιηκυῖαν.

    529 ῥέθος ἐρύθημα.

    531 ἡ γὰρ ἔχιδνα λάθρᾳ καθεζομένη τῶν ἀνθρώπων ἐκπίνει τὸ αἷμα.

    ὑφειμένη: ὑποχαλωμένη, ἐαθεῖσα, ἀπολυθεῖσα.

    535 ἢ ξομῇ τὸ μὴ εἰδέναι ἢ ἀπαρνῇ εἰδέναι ἐνώμοτος;

    536 εἴπερ ἥδʼ ὁμορροθεῖ: ὅρα πῶς ἑαυτὴν πρόδηλον ὡς συκοφαντοῦσαν ποιεῖ· ὁμολογεῖ γὰρ πεπραχέναι ταύτης συντιθεμένης ὅπερ ἀδύνατον.

    ὁμοφωνεῖ.

    538 ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη: ἡ μὲν μὴ δράσασα ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι.

    540 ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν; καὶ διὰ τούτων μὴ δεδρακέναι ὁμολογεῖ.

    541 ξύμπλουν κοινωνόν.

    542 ὧν τοὖργον ἀντὶ τοῦ ὑφʼ ὧν τὸ ἔργον πέπρακται αἰτιῶν.

    545 ἁγνίσαι ἀντὶ τοῦ τιμῆσαι.

    [*](7 συνοφρυάζουσαν] συμφοράζουσαν L, συμφράσσουσαν Bothius, correxi. — 13 εἰδέναι] εἷναι L, corr. Neuius. — 27 αἰτιων L.)
    244

    549 τοῦδε γὰρ σὺ κηδεμών: ἢ τοῦ βίου ἐπεὶ φιλοζωοῦσα οὐ συνέπραξας ἢ τοῦ Κρέοντος ἐπεὶ μὴ παρέβης αὐτοῦ τὰ ψηφίσματα.

    550 ὠφελουμένη ἀντὶ τοῦ ὠφελοῦσα.

    551 εἰ γέλωτʼ ἐν σοὶ γελῶ: εἰ γελῶ, φησίν, ἐπὶ σοὶ ἀλγοῦσα γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι.

    552 ἀντὶ τοῦ ποίαν μηχανὴν εὕροιμι;

    556 ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις: ἀντὶ τοῦ προεῖπόν σοι τὰς ἐσομένας τιμωρίας ἐν τῇ παραβάσει. ἀλλʼ οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ κἀμοῦ συνειδυίας τὰ πραττόμενα.