Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

372 ξύνεστι ἀντὶ τοῦ σύνεστιν.

375 ὃς τάδʼ ἔρδει ὃς τοιοῦτον ἐπιτετήδευκε βίον.

376 ἐς δαιμόνιον τέρας ἀμφινοῶ: ὁρῶντες ἑλκομένην τὴν Ἀντιγόνην ἐκπλήττονται ὅτι γυνὴ ἦν ἡ ὑπερβᾶσα τὸ κήρυγμα.

περισσὴ ἡ ἀμφί.

381 ἀπιστοῦσαν μὴ πειθαρχοῦσαν.

384 ἄγγελος φύλαξ.

387 ἐξέβην προὔβην.

388 ἄναξ, βροτοῖσιν: ἀπώμοτον ἀντὶ ἀπηγορευμένον καὶ ἀπροσδόκητον· ἀντὶ τοῦ οὐκ ὀφείλει τις ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης δόξης δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν.

389 ψεύδει γὰρ ἡ πίνοια: ψευδῆ ποιεῖ· ἡ γὰρ ἐπίνοια ὅ ἐστιν ἡ ἐπιοῦσα γνώμη τὴν ἀπελπίσασαν γνώμην ψευδῆ ποιεῖ.

392 ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παῤ ἐλπίδας: ἡ ἀπροσδόκητος χαρὰ οὐκ ἔοικεν εἰς τὸ μέγεθος τῇ ἄλλῃ [*](7 ἐν addidi. — 20 πράξειαν L, corr. Lasc. — 21 ὑπὸ] ἀπὸ I, corr. Elmsl. — 23 τότε] v. 324 sqq. — 29 τῇ inciusi.)

238
ἡδονῇ ὅ ἐστι πᾶσαν ἡδονὴν νικᾷ τὸ μέγεθος τῆς παῤ ἐλπίδας χαρᾶς.

394 καίπερ ὢν ἀπώμοτος. καίπερ ὀμωμοκὼς μὴ ἐλθεῖν.

396 ἄνω γὰρ εἶπεν ὅτι κληρώσας ἦλθεν.

397 θοὔρμαιον τὸ κέρδος.

399 ἐλεύθερος λείπει ὤν.

400 τῶνδʼ ἀπηλλάχθαι κακῶν ἀντὶ τοῦ μὴ ὑποπτεύεσθαι.

404 ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας: τὸ ἑξῆς, τὸν νεκρὸν ὃν σὺ ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν τε καὶ ὑποτακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· Κρατῖνος

ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν.

405 ἆῤ ὡς.

406 καὶ πῶς ὁρᾶται. ποίῳ τρόπῳ αὐτὴν συνελάβεσθε καὶ κατειλήφατε;

409 σήραντες ἀποψήξαντες.

410 μυδῶν τε σῶμα γυμνώσαντες: τὸν ἀπὸ σήψεως ἰχῶρα ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι διαλελυμένον καὶ δίυγρον.

411 ὑπήνεμοι: ἀντὶ ὑπὸ τὸν ἄνεμον, οὐκ ἐναντίον τοῦ ἀνέμου ἀλλʼ ἐστραμμένοι, ἀπὸ τοῦ νεκροῦ ὅπως μὴ φέρῃ πρὸς ἡμᾶς τὴν ὀσμήν.