Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

80 ναξ Απολλον: εἰκότως πρὸς τὸν Απόλλωνα ἡ ἀναβόησις· ἐν τῷ γὰρ ἀπὸ θεοῦ ῥηθησομένῳ χρησμῷ κεῖται τὸ τῆς ἀπαλλαγῆς· εἴθε οὖν παραγένοιτο Κρέων ἐπί τινι σωτηρίῳ τύχῃ λαμπρὸς ὥσπερ ἐκ τῆς περὶ τὸ πρόσωπον καταστάσεως φαιδρός ἐστι· λεληθότως δὲ δείτνυσιν ἡμῖν τὸ σχῆμα τοῦ ὑποκριτοῦ ὁποῖον εἰσῆλθε.

εἰ γὰρ ἀντὶ εἴθε.

82 οὐ γὰρ ἂν κάρα πολυστεφής: οἱ γὰρ ἐπί τινι αἰσίῳ παραγενόμενοι ἐκ Δελφῶν ἐστεμμένοι ἐπανήεσαν ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ φησί.

84 ξύμμετρος γὰρ ὡς κλύειν: οὐκ ἔστι, φησί, μακρὰν ἀλλʼ ἐγγὺς καὶ μέτρον ἔχων τοῦ ἀκούειν διὰ τὸ πλησίον γενέσθαι.

85 ἄναξ, ἐμὸν κήδευμα: ἴδιον τῶν ἐν χρείᾳ καθεστώτων φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους.

87 ὁ μὲν Οἰδίπους τίς εἴη ὁ χρησμὸς ἐπυνθάνετο ὁ δὲ οὐκ εὐθὺς αὐτὸ τὸ ῥητὸν ψιλὸν εἶπεν· ἀπὸ γὰρ [*](5 οἱ δέ et προστείχοντα (ut in textu) L. — 6 ἠίθεοι] ex v, 18. — 15 ὁποῖος? — 20 ἐν Πλούτῳ] v. 21.)

168
τῶν εὐφήμων ἄρξασθαι θέλει· ὁ δὲ νοῦς, λέγω γὰρ πάντα ἂν εὐτυχεῖν τὴν πόλιν εἰ καὶ τὰ δύσφημα τύχοι ἂν κατʼ ὀρθὸν ἐξελθόντα τουτέστιν εἰ τὰ ἄγνωστα γνωσθείη, τὸ τίς ἐστιν ὁ φονεὺς Λοΐου· οὐδὲν γὰρ χαλεπὸν ἔνι ἐν τῷ χρησμῷ ἀλλʼ ἀγνοεῖται μόνον τὸ ὑπʼ αὐτοῦ ῥηθέν.

καὶ τὰ δύσφορʼ εἰ τύχοι: καὶ τὰ χαλεπὰ εἰ τύχοι κατʼ ὀρθὸν προιόντα πάντα εὐτυχεῖν ἡμᾶς λέγω.

89 ἔστιν δὲ ποῖον τοὔπος;: ὅτι ἀσαφῆ τὸν λόγον εἶπεν ὅτι ἀξιοῖ αὐτοῦ τοῦ ῥητοῦ ἀκοῦσαι· μέχρι γὰρ νῦν οὔτε θαρσήσας οὕτε ἔμφοβός εἰμι τῶν ὑπὸ σοῦ ἀκούσας.

93 ἐς πάντας αὔδα: ἀξίως τοῦ βασιλικοῦ ἤθους δημοσίᾳ φράζειν κελεύει ἄμα μὲν ἐπεὶ μηδὲν ὑποπτεύων περὶ ἑαυτοῦ οἴεται καὶ θεοφιλὴς εἶναι ἄμα δὲ καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως αὔξοιτο τὰ τῆς τραγῳδίας ὕστερον αἰτίου αὐτοῦ τῶν κακῶν ἀναφαινομένου.

τῶνδε γὰρ πλέον φέρω τὸ πένθος; περὶ τούτων πλέον ἀγωνίζομαι ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς.

[*](Fol. 34 b)

95 λέγοιμʼ ἂν οἷʼ ἤκουσα: ὅτι πολλάκις ἐκπίπτουσι λοξοὶ χρησμοὶ ἐμφανῶς εἶπεν ἵνα μὴ γένηται ἀφορμὴ τοῦ παραπέμψασθαι τοὺς χρησμούς.

101 χειμάζον Ἀττικῶς ἀντὶ τοῦ αἵματος χειμάζοντος τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου.

[*](2 δύσφημα] pro δύσφορα dictum propter εὐφήμων. — 3 ἂν del. Br. — 8 εὐτυχεῖν] εἰ τυχεῖν L, corr. G. — 9 ἔστι L. — 10 ὅτι inclusi, ἔτι Lasc. — 13 et 20] inverso ordine in L. — 14 ὑποπτεύειν L, correxi. — 17 ὡς om. G — 18 literae bibliopegi culpa non exstant in L, sunt in G. — 26 δὲ 〈τὸ〉 τοῦ Λαΐου Elmsl)
169

106 ἐπιστέλλει ἐντέλλεται, ὑποτίθεται.

107 τοὺς φονέας καὶ αὐτόχειρας τούτου τιμωρεῖσθαι.

109 δυστέκμαρτον δυσκατέργαστον, δυσζήτητον, δυσεύρετον, δυσκατάληπτον.

110 ὥστε καὶ εὐχερῶς μὴ εἰς πολλὰ πλανωμένους ἐξευρεῖν· ἀπὸ κοινοῦ δὲ τὸ ἔφασκε, λέγει δὲ τὸ πρᾶγμα.

111 ἐκφεύγει λανθάνει.

112 πότερα δʼ ἐν οἴκοις; ὡς συνετὸς ὁ Οἰδίκους ζητεῖ τὰ καθʼ ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας ἵνα καὶ ἀφορμὴ ἧς εἰσόδου γενήσεται.

114 θεωρός: ὁ πρὸς τοὺς θεοὺς διὰ χρησμὸν ἀπερχόμενος.

116 οὐδʼ ἄγγελός τις: οἷον οὐδὲ ἀκόλουθος παρʼ οὖ τις ἂν μάθοι καὶ χρήσαιτο πρὸς ζήτησιν.

118 θνήσκουσι γὰρ πλὴν εἷς τις: οἷον πάντες οἱ ἀκολουθοῦντες αὐτῷ ἀνῃρέθησαν δηλονότι ὑπεραγωνιζόμενοι τοῦ δεσπότου πλὴν ἑνὸς ὃς διὰ δειλίαν ἐκφυγὼν οὐδὲν ἀκριβὲς εἶχεν εἰπεῖν πλὴν ὅτι ὑπὸ λῃστῶν ἀνῃρέθη· ἄκρως δὲ ὑπέγραψε τὸ ἦθος τῶν δειλῶν· ἄμα μὲν γὰρ ἐξαίρουσι τὰ πεπραγμένα ἴνα μὴ δόξωσι διὰ δειλίαν φυγεῖν ἄμα δὲ καὶ ἐν παραφρονήσει ὄντες τὰ βραχέα μείζω δοξάζουσι· καλῶς δὲ ᾠκονόμηται ἵνα τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα.

122 οὐ μιᾷ ῥώμῃ ἀντὶ οὐχ ἕνα μόνον ἀλλὰ καὶ πολλούς.

[*](12 τῆς εἰσόδου] τοῦ χοροῦ addit Elmsl. coll schol v. 144. γένηται Lasc. — 16 πρὸς τὴν ζήτησιν G. — 22 ἐπαίρουσι L, correxi; ἐξαίρειν τὸ πρᾶγμα dixerunt Aeschines, Dionysius Halicarnassensis, alii.)
170

124 εἴ τι μὴ ξὺν ἀργύρῳ: ἀντὶ εἰ μὴ ἐπὶ κέρδει· τείνει δὲ τοῦτο εἰς Κρέοντα ὡς αὐτοῦ συνθεμένου τῷ τοῦ Λαΐου φονεῖ διὰ τὴν βασιλείαν· ἐνθένδε οὖν ἐκ τῆς πόλεως ταύτης.