Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1286 ἐν τίνι σχολῇ οἷον ἐν ποίᾳ διατριβῇ.

1287 πιθανὴ ἡ αἰτία τοῦ ἐξιέναι αὐτὸν ἵνα, φησί, δείξῃ τοῖς πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν ἐπαρασάμενος.

[*](Fol. 47a)

1297 ἴσως οἱ κατὰ τὸν χορὸν ἰδόντες ἀπεστράφησαν μὴ δυνάμενοι θεάσασθαι τὸ πάθος.

1308 ποῦ εἰμι; ἐν ποίῳ χωρίῳ ἡ φθογγή μου φέρεται; τίνος ἀκούω; ποῦ ἐστιν ἡ φθογγὴ ἥτις σφόδρα μοι διαπέταται, ἦς φερομένης ἀκούω; ἢ οὕτως, ἀντὶ τοῦ ἀπέπτη μου καὶ ἡ φωνή.

1311 ἡ μεταφορὰ ἀπὸ τῶν ἀγωνιζομένων πένταθλον καὶ ἁλλομένων.

1313 ἀπότροπον ὃ ἄν τις ἀποτρέψαιτο.

[*](2 ἀνέστρεψε (G) eraso σ L. — 4 αἰώρα G. — 6 ἀναρτικὴν L, corr. Lasc. — 19 ἰδόντες] ἐξευχόμενοι (scr. ἐξερχόμενον) Οἰδίποδα πεπηρωμένον addit G. — 20 θεάσασθαι τὸ] συμβὰν αὐτὸ (scr. αὐτῷ) addit G — 25 πεντάθλων L, corr. Lasc. — 27 ἀποστρέψοιτο L, corr. Lasc.)
209

1314 ἄφατον ἀφάτως ἐπεληλυθός.

1316 δυσούριστον ὅρον μὴ ἔχον ἀλλʼ ἀεὶ παραμένον, δυσπεριόδευτον· ἀδάμαστον δὲ ἀνίατον, ὃ οὐδεὶς δαμάσαι δυνήσεται ἢ σκληρὸν καὶ τραχὺ ἀπὸ τοῦ ἀδάμαντος.

1317 οἷον ὁμοῦ με εἰσέδυ ἥ τε ἀπὸ τῆς πηρώσεως ἀλγηδὼν καὶ ἡ τῶν κακῶν ὑπόμνησις.

1318 εἰλήφει γὰρ αὐτὸν ὀδύνη ἐπεὶ νεωστὶ τοῖς κέντροις ἐπεπήρωτο.

1322 ἐμὸς ἐπίπολος γράφεται καὶ ἐμοῖς ἐπὶ πόνοις. ἐπίπολος ἔτι μόνιμος περιπολῶν ἐμὲ καὶ περιμένων ἔτι· νῦν δὲ τοὺς ἀπὸ τοῦ χοροῦ γνωρίζει ἴσως διὰ τὸ τεταράχθαι ἐπὶ τῷ τοσούτῳ προσφάτῳ κακῷ.

1328 ἐπῆρε ἔπεισε· καὶ Εὐριπίδης

ὅστις μ᾿ ἐπάρας ἔργον ἀνοσιώτατον.

1347 δείλαιε τῆς συνέσεως ἕνεκεν καὶ τῆς συμφορᾶς [*](Fol. 47b) χάριν· χαλεπὸν γὰρ συνετῷ ἀνθρώπῳ τὰ τοιαῦτα συνενεχθῆναι.

1349 ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με.

1350 ἐπὶ ποδίας ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν νομέων πατουμένῃ.

1353 εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργοζόμενος ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με.

1354 θανὼν ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ ἤμην.

[*](1 ἐπεληλυθότός, ότ in litura, L. — 4 καὶ] ἢ L, corr. Lasc. — 15 Orest. v, 286. — 22 τῆς — πατουμένης L, corr. Lasc.)
210

1362 ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα.

1364 εἴ τι κακοῦ κάκιον τοῦτʼ ἔλαχεν Οἰδίπους.

1369 τάδʼ τὰ τῆς τυφλώσεως.