Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

42 τοῦ πιθανοῦ χάριν.

τὸ μὴ Ἀττικῶς πλεονάζει.

οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ: τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς ἥκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή οὖν σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿  ἐπὶ παντὸς τοῦ σώματος.

45 Φωκεύς: τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ [*](1. . .] Δι L, Δίδυμος M. Schm. fragm. p. 270, δηλονότι Wolffius, πρῶτος Dind.; cf. schol. Ai. v. 1225. — 13 ὅταν σε ὁ καιρὸς καλῇ] καιρὸς γὰρ καλεῖ legitur Phil. v. 466. — 14 τὰ πραττόμενα πάντα] τὸ πραττόμενον G. — 21 οὖν inclusi. — 25 προσθεὶς L, corr. Br.)

101
  • ἡ δʼ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη
  • ἐς Πάφον·
  • ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φανοτέως.

    46 δορυξένων: ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.

    47 ἄγγελλε δʼ ὅρκῳ: μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.

    48 ἐξ ἀναγκαίας τύχης. βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ.

    49 τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου ἐστὶν ὁ Πυθικὸς ἀγών.

    [*](1 Od. θ 362 ubi ἡ δʼ ἄρα Κύπρον. — 3 μέρους V. — 7 Γλαῦκος καὶ Διομήδης] ll. ζ 232. — 11 ἐπιορκεῖν L, corr. Lasc. — 14 ἐς τὰ Πύθια] ἐν τῇ πυθίᾳ L, corr. V; cf. schol. Trach. v. 503. ἐπὶ κ. τ. λ.] ,,novum incipit scholion Wolf.; Εὐρυλόχου pro Τριπτολέμου ex hypoth. Pind. Pyth. Neuius (τὸν Πυθικὸν ἀγῶνα διέθηκεν Εὐρύλοχος ὁ Θεσσαλός), ἐπὶ Τρωικοῦ πολέμου (a. 1184) γάρ φασι γενέσθαι (Ὀρέστην) Πυθικοῦ ἀγῶνος (582) ἑξακοσίοις ἔτεσι πρότερον Adolfus Michaelis. — 18 συντυχίας L; cf. schol. Ai. v. 485. 803. — 20— excidit χ; cf. schol. Aristoph. Pac. v, 990 τὸ χ ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις. νεώτερος] institutus 0l. 48; cf. schol. v. 682.)
    102

    50 ὧδʼ ὁ μῦθος ἑστάτω: ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πέθια ἀγωνίζεσθαι.

    δεδόχθω.

    51 ὡς ἐφίετο ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς ἐκέλευεν.

    52 λοιβαῖσι πρῶτον καὶ καρατόμοις. καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δʼ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρʼ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ.

    54 τύπωμα χαλκόπλευρον τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο.

    τὸ ἄγγος.

    56 κλέπτοντες ἀπατῶντες, παραλογιζόμενοι· Ὅμηρος

  • κλέπτε νόῳ.
  • 62 ἤδη γὰρ εἶδον πολλάκις: Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα ὡς ἄρα τεθνηκὼς εἴη καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθʼ Ἄιδου τινὰ ἐτερατεύετο διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἄιδου συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν τῶν Τρωικῶν Αἰθαλίδης ὤν ὁ Ερμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο [*](2 ἀνατρεφόμέντα πύθια deletis όμ et compendio L, corr. 6, F. — 16 Il. α 132. — 17 Πυθαγόρας κ. ἑ.]  cf. similem enarrationem de Zamolxide Herod. IV, 95. — 19 εἴη] ἔοι L, corr. Lasc. — 24 Ἑρμότιμος] ὁ Σάμιος addunt E (Paris. 2284), Suid. v ἤδη. — 25 Πύρρος] πύθιος L, corr. Br. e Diog. L. 8 5; cf. Porphyr. vit. Pythag. 45. τοῦτο] τοῦτον G.)

    103
    οὖν ἔοικεν ἀποτείνεσθαι ὁ Σοφοκλῆς· ἔνιοι δὲ οἴονται ἀπιθάνως εἰς Ὀδυσσέα ἀποτείνεσθαι· οὐ γὰρ πέπρακταί τι τοιοῦτον Ὀδυσσεῖ· ἐφυλάξατο δὲ ὀνομάσαι τὸν ἄνδρα· καὶ μὴ τῶν θαυμαστῶν εἶναι δόξῃ εἰ ἐν τραγῳδίᾳ καὶ μύθῳ παλαιῷ τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ προσκρουστικὸν εἰς τοὺς καθʼ ἑαυτὸν ὁ μᾶλλον ἥρμοζε κωμῳδίᾳ.

    68 δέξασθέ μ᾿  εὐτυχοῦντα: ἐπʼ εὐτυχίᾳ με δέξασθε ὥστε ταύτας τὰς ὁδοὺς τελεσθῆναι.

    εὐτυχῶς ἐπιχειροῦντα ταῖς μηχαναῖς.

    70 δίκῃ καθαρτής: τὰ εἰς της ἔχοντα τὴν παρατέλευτον εἰς ἀμετάβολον λήγουσαν ἀπρόσληπτα ὄντα τοῦ σ κατὰ τὴν γενικὴν βαρύνονται εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.

    72 ἀρχέπλουτον ἄρχοντα τοῦ πλούτου καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον.

    75 ἐξιέναι βούλονται διὰ τὴν εἴσοδον τοῦ χοροῦ.

    [*](Fol. 18 a)

    καιρὸς γὰρ ὅσπερ ἀνδράσιν: ἐφʼ ἑκάστου πράγματος τὸ καίριον καὶ χρησιμώτατόν ὁ καιρὸς ἐστιν ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται ἐς ἰατρὸν τῷ κάμνοντι περὶ τῆς φύσεως τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.

    78 καὶ μὴν θυρῶν ἔδοξα: θαυμαστῶς ὁ γέρων [*](2 οὐ] οὕτω L, corr. G, V. — 4 εἰ addidi. — 5 τετολμηκ * τι L, corr. V. — 8 με δέξασθαι L, corr. Lasc. — 11 τὰ εἰς της κ. ἑ ]  Herodiani καθολ. προσῳδ. γʼ ed. Lentzii I p. 77, 23. — 17 καλλυντὴς] ψάλτης L, corr. etym. m. p. 436, 1. — 18 τοῦ addidi. — 22 ὁ καιρὸς delevit Otto Hensius.)

    104
    οὐκ ἐπιβέβηκεν τῷ ἀληθεῖ, τούτου δὲ ἀποστῆσαι βουλόμενος τὸν Ὀρέστην προσπόλων τινός φησιν.

    τὸ ἑξῆς, ἔνδον θυρῶν.

    80 ἄρʼ ἐστὶν ἡ δύστηνος: ὑπὸ νεότητος Ὀρέστης παράγεται φιλοπευστεῖν, ὁ δὲ πρεσβύτης τὸ χρήσιμον σκοπεῖν ἀναγκάζει.

    81 κἀνακούσωμεν ἐπακούσωμεν.

    82 μηδὲν πρόσθεν: ἄμα μὲν εἰς τὸ χρήσιμον συμβουλεύει πείθεσθαι τῷ θεῷ ἅμα δὲ καὶ πρὸς τὴν ὑπόθεσιν· διελύθη γὰρ ἂν τὸ πᾶν ἐξ ἀρχῆς μηνυθέντος Ὀρέστου.