Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

179 χρόνος γὰρ εὐμαρής: ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται, ἐνίοτε δὲ οὔ· μετʼ ὀλίγον ἀνυομένου τοῦ χρόνου ἥξει Ὀρέστης· ἢ εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους.

180 Κρίσαν Φωκικήν· Κρίσα γὰρ πόλις Φωκίδος.

181 βουνόμον βοῶν θρεπτικήν.

[*](1 ἢ ἀχέων] ἢ om. G, Suid. v. ἀχέων. — 2 τῷ] τὸ I, corr G, Suid. v. ἀχέων. ὁ] in litura I, ὅέστιν ὁ G. — 5 λέγοι] λέγω L, corr. Lasc. — 10 τʼ ἔπαθεν] sic pr., τʼ ἔπαθʼ rec. in textu L. — 14 νέμουσα] μένουσα L, corr. V. μή〈τε〉] μὴ L, correxi. — 21 ἐνίοτε δὲ οὕ] corrupta; δὲ (sine οὐ) H, δὲ καὶ V, δὲ οὖν Br.; αἰνίττεται δὲ ὅτι probabiliter Iahnius; cf. schol. Oed. Tyr. v. 137. 447. 449. 1183. Ant. 94. 499.)
112

182 ἀπερίτροπος: ἀνεπίστροφος, ἀνεπέλευστος ἔνθεν καὶ τὸ

  • περιτροπέων ἐνιαυτός·
  • ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἀπερίτροπος, οὔτε Ὀρέστης ἀπερίτροπος, ὅς ἐν τῇ Φωκίδι τρέφεται, οὔτε ὁ κάτω θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος
  • ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω
  • τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν ἀλλʼ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν.

    183 οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα: οὔτε ὁ Ἄιδης ἀνεπίστροφος (ἀπὸ κοινοῦ γὰρ τὸ ἀπερίτροπος) τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλʼ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται.

    185 ἀλλʼ ἐμὲ μὲν ὁ πολύς: οἷον τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος πέπρακται.

    188 ἇς φίλος οὔ τις ἀνήρ: ἤτοι ἧς φίλος οὐδεὶς προΐσταται ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι ἢ ἐκεῖνο

    ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.

    [*](1 ἀναπέλευστος L. — 3 Il. β 295. — 9 ἀνεπάλευστος L, corr. Lasc — 12 Il. λ 328. 1 26 Soph. fr. 663; locis apud Nauckium commemoratis adde nunc Michael. Acominati 2 p. 84, 24(ed. Lampri Athen): οὐκ ἐσμὲν μοίρας ἐκείνης τῶν φίλων οἳ κατὰ τὴν τραγῳδίαν ἐκποδών εἰσιν ἀνδρὸς κακῶς πράσσοντος.)
    113

    189 ἔποικος. ἀντὶ μέτοικος, ἀναξία δὲ ἀξίαν οὐκ ἔχουσα ἀλλʼ ἄτιμος· οἰκονομῶ δὲ ἀντὶ τοῦ ἐνδιαιτῶμαι τοὺς πατρῴους οἴκους.

    190 ὦδε μὲν ἀεικεῖ σὺν στολᾷ: δεικτικῶς τὸ ὧδε· ἐλεεινὸν δὲ τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν.

    193 οἰκτρὰ μὲν νόστοις αὐδά: ἡ ἀγγελία ἡ περὶ τοῦ νόστου τοῦ πατρὸς οἰκτρὰ ἐγένετο εὐθέως ἀναιρεθέντος· ἀπὸ κοινοῦ δὲ τὸ αὐδά· οἰκτρά σοι οὖν γέγονεν ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός, οἰκτρὰ δὲ καὶ ἡ περὶ τῆς κοίτης αὐτοῦ οἷον οἰκτρὰ πέπονθας καὶ ὅτε ἤκουσας παρεῖναι Ἀγαμέμνονα προσδοκῶσα ὅτι ἐπιβουλευθήσεται, οἰκτρὰ δὲ ὅτε καὶ ἡ πρᾶξις γέγονε καὶ ἀνῃρέθη.

    195 ἀνταία| γενύων: ὅτε ἀνταίαν ἐπλήγης ἀπὸ γενύων παγχάλκων ὅ ἐστι πελέκεων· γένυς γὰρ εἶδος πελέκεως.

    197 δόλος ἦν ὁ φράσας: ἀντὶ ὁ φρασάμενος, ὁ ἐπινοησάμενος, ὁ δὲ ἀνελὼν ἔρως· διʼ ἔρωτα γὰρ ἑαυτῶν ἀνεῖλον Ἀγαμέμνονα. δόλος ὁ φρασάμενος τὴν ἑστίασιν ἐν ᾗ ἀνῃρέθη.

    198 προφυτεύσαντες προσκεψάμενοι.

    199 μορφάν. μορφήν, τύπον· τὴν δὲ μοιχείαν φησὶ τοῦ Αἰγίσθου ἢ τὴν ὄψιν ἥν εἰργάσατο τοῦ φόνου.

    εἴτʼ οὖν θεός: πάνυ αἰδημόνως ὁ χορὸς τὸ μὲν πρᾶγμα λέγει τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει.

    203 ὦ δείπνων ἀρρήτων: τῶν ὑπὸ Αἰγίσθου, φησί, τῷ Ἀγαμέμνονι παρασκευασθέντων ἐπʼ ὀλέθρῳ ἃ οὐδὲ ὀνομάσαι καλόν.

    [*](2 διαιτῶμαι L, corr. Suid. v. οἰκονομῶ. — 11 ἡ addidi, — 12 ὅτε] ὅτι L, corr. Br. 1 15 ἐπλήγη V. — 16 πελέκεος L, corr. G, Suid. v. γένυς. — 24 εἶτ᾿  L.)
    114

    204 ἔκπαγλʼ ἄχθη μεγάλα. γράφε ἔκπαγλα πάθη.

    206 διδύμαιν χεροῖν τῆς Κλυταιμήστρας καὶ τοῦ Αἰγίσθου.

    207 αἳ τὸν ἐμὸν εἷλον βίον: πάνυ περιπαθῶς, αἵτινες χεῖρες, αἱ ἀνελοῦσαι τὸν Ἀγαμέμνονα, τὸν ἐμὸν βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς ἐχθροῖς.

    [*](Fol. 19b)

    210 ποίνιμα: ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων· Ὅμηρος

  • ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος
  • καὶ
  • ἀλλʼ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας
  • τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  • ποινὴν δεξαμένῳ.
  • 211 ἀγλαίας ἡδονῆς, δόξης.