Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

186 ἔοικε γὰρ εἶναι θεία νόσος, θεία δὲ ἡ ἐκ [*](6 Ὅμηρος] Π. α 65. ε 177 sqq. — 12 ἕτερον] literas ερον in litura habet L, ἐλάσσονα F. — 15 δορὸς οὐ] in spatio quatuor literarum coarctatum a m. rec. in L, δορὸς omittit F. — 23 ἄφρων εἶ ] ἀφρονεῖ L, corr. Suid. v. φρενόθεν. θεῶν] θέλων L, corr. G, Suid.)

19
θεοῦ κατασκήψασα εἰς αὐτόν· τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν.

188 ὑποβαλλόμενοι πειθόμενοι ἢ ὑποβλήτως λέγοντες ἢ ἰδιοποιησάμενοι· εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως.

189 κλέπτουσι ὑποσπείρουσι.

190 τᾶς ἀσώτου τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης.

Σισυφιδᾶν: γράφε Σισυφίδα· λέγεται δὲ ἡ Ἀντίκλεια ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος ορίνθου βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὔ φησιν Ὅμηρος

  • ὅ κέρδιστος γένετʼ ἀνδρῶν
  • ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματον ἔγραψεν τὸ ὄνομα αὐτοῦ· Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ
  • ἐκέκαστο
  • κλεπτοσύνῃ θʼ ὅρκῳ τε
  • καὶ αὐτὰ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν· κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ διʼ ὃ Σισύφου [*](9 Σισυφίδα] Σισυφίδας Lobeckius. — 12 φύσει] φησὶν ὁ G; cf. schol. Philoct. v. 417. 625. — 14 Π. ζ 153. — 18 Οd. τ 395.)
    20
    ὁ Οδυσσεύς· τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς· καὶ ἐν Συνδείπνῳ
  • πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς
  • ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατὴρ
  • καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει
  • ἀλλʼ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος,
  • τῆς σῆς λέγω σοι μητρὸς ἥ σ᾿ ἐγείνατο
  • καὶ Εὐριπίδης ἐν Κύκλωτι
  • Σειλ. χαῖρ᾿, ξένʼ ὅστις δʼ εἶ φράσον πάτραν
  • τε σήν.
  • Ὀδυσσ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

    Σειλ. οἷδʼ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος· φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως.

    191 μὴ μή μ᾿, ἄναξ: τὸ πλῆρες μὴ μή μοι, ὁ δὲ νοῦς, εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα.

    τὸ πλῆρες μή μοι.

    193 ἄρῃ ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ.

    194 ἀλλʼ ἄνα ἐξ ἑδράνων: ἀνάστα ἐκ τῶν θρόνων [*](1 τὸν δὲ Ὀδυσσέα κ. ἑ.] usque ad finem (γενέσεως) post λογοποιούμενα schol. v. 191 habet L; corr. Brunckius. — 3 fr. 143. — 4 πάντα χὠ] πανταχοῦ L; correctionem Fr. Vateri confirmavit G. μητρὸς πατὴρ] Autolycus. — 6 fr. 169. ἦλθεν L. — 7 σοι] τοι L, correxi. — 9] v. 102. — 11 Ἰθάκης L, corr. G. γῆς] γὰρ L. — 12 γένος] γόνον L. — 13 αὐτοῦ] αὐτῷ L, corr. G. — 15 σὲ ἔδρασας] συνέδρασας L; emendationem, quam proposui Beitr. zu den Schοl. p. 73, confirmavit G. — 17 ἄρῃς] ς serius additum in L. — 20 ἀπὸ] ἐπὶ Lobeckius.)

    21
    ὅπου πολύν χρόνον σεαυτὸν ἐνεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμφθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν.

    ὅπου μακραίωνι στηρίζῃ: ὅπου στηρίζῃ μακραίωνι σχολῇ ὅ ἐστι πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποιοῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν.

    196 ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην [*](Fol. 8 b) φλέγων δὲ ζωπυρῶν, ἀνεγείρων.

    197 ἐχθρῶν δʼ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς.

    ἀτάρβητα ἀντὶ ἀταρβήτως ὅ ἐστιν ἀνειμένως.

    198 ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν.

    λείπει ὡς πῦρ, ὡς πῦρ ἐν εὐανέμοις βήσσαις.

    199 καγχαζόντων γελώντων.

    βαρυάλγητ᾿ βαρέα καὶ ἀλγεινά.

    201 ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα καὶ διδάσκει τὸν χορὸν ὅτι Αἴας ἐστὶν ὁ σφάξας τὰ ποίμνια, πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ ὅτι Ἑλληνικὰ ἦν τὰ σφαγέντα· ἑκάτερος οὖν παρʼ ἑκατέρου τὸ ἀγνοούμενον [*](1 ἐνετήριξας L, corr. Lasc. — 5 πολλῷ χρόνῳ] πολυχρονίῳ L, correxi. — 11 ἀδεὴς] ἀδεῶς L, corr. G. — 16 δρῶντες L. — 18 ὡς πῦρ add. Elmsl.; cf. scbhol. v. 348. 822. El. 872. 1075 Ant. 11. 592. 629. 1079. Trach. 14 1259. Phil. 1174. Oed Col. 142. 307. 662. — 21 ἔξεισι Τἐκμησσα κ. ἑ.] cf. Ai. arg schol. Π p. 26, 9 sqq.)

    22
    μανθάνει· ἡ δὲ Τέκμησσα αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος· πιθανῶς δὲ ἔξεισιν· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορὸν ἀλλὰ προκόπτειν τὰ τῆς ὑποθέσεως· ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ· ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος Τέκμησσα κατολοφύρεται· οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπότας ὡς Βρισηὶς πρὸς Ἀχιλλέα.

    202 γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς.

    204 τοῦ Τελαμῶνος τηλόθεν: ἤτοι τοῦ οἴκου τηλόθεν ὅ ἐστι τῆς μακρὰν Φρυγίας Σαλαμῖνος ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον ἢ οἱ τηλόθεν ὄντες ὅ ἐστι ξένοι κατὰ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κηδόμενοι εἰ καὶ μὴ προσήκομεν.

    205 ὁ μέγας ὠμοκρατὴς | Αἴας: ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος.

    206 ἐν ταραχώδει ζάλῃ κεῖται ὅ ἐστι μανίᾳ.

    208 τί δʼ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν ὄχλησιν γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας [*](7 εὔνοιαν] cf. schol. v. 485. — 8 Βρισηὶς] Π. α 348. τ 282. — 11 πρὸς εὔνοιαν] cf. schol. v. 861. 1221. El. 707. 731. 0ed. Col. 92. 457. — 16 τηλόθεν ὅ ἐστι] ὅ ἐστι τηλόθεν L, transposui et τῆς addidi. φρυγίαν L, correxi. — 19 κηδόμενοι] φειδόμενοι L, corr. G. — 24 ταραχώδη L, corr. Elmsl.)

    23
    βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ πρόσθεν κατὰ τὴν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ .νύξ;

    τῆς ἁμερίας: γράφε δὲ ἀημερίας ἀντὶ τῆς ἀηδοῦς φορᾶς καὶ ἔσται ὁ νοῦς, ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας;

    211 ἐπεί σε λέχος δοριάλωτον: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον στέρξασαν τὸ λέχος σου· ἢ ἄλλως: ἐπεί σε ἀνέχει ὁ Αἴας τὸ δοριάλωτόν σου στέρξας λέχος· ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκεται γὰρ ἡ ἀνά.

    ἄμεινον στέρξασαν γράφειν.

    212 ἀνέχει ἀντὶ ἀνυψοῖ, τιμᾷ.

    214 ἄρρητον] κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα.