Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1311 θανεῖν προδήλως: ταῦτα ἃ βούλεσθε περὶ [*](10 ἐν ταῖς Κρήσσαις] fr. p. 398. — 12 ὁ πατὴρ] Catreus secundum Apollod. IIl, 2. — 13 ἀποποντῶσαι] καταποντῶσαι Nauckius. ἐνεγγύησε L, corr. Dind. — 16 τὰ εἰρημένα] v. 1228 sqq. 1260. — 24 ἀπειλητικὸς γὰρ ὁ λόγος οὐκ ἐλεεινός? )

92
τὸν Αἴαντα δρᾶσαι πρότερον οὐ δράσετε πρὶν ἢ κἀμὲ ἀποκτεῖναι, ἀποθνήσκων μέντοι σύν ὑμῖν ἀπολοῦμαι.

προδήλως λαμπρῶς, ἀνδρείως.

1314 βουλήσῃ ποτέ: μεταμεληθήσῃ ὡς προπετὴς εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας παρὰ τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε· ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι καὶ μὴ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι.

1316 ἄναξ Ὀδυσσεῦ: ἴνα μὴ εἴη αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία διαλλακτὴν εἰσήνεγκεν τὸν Ὀδυσσέο· τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει· εἰσῆκται δὲ Ὀδυσ- σεὺς ὡς σοφὸς καὶ ἀμνησίκακος.

1319 βοὴν Ἀτρειδῶν: οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστέλλων τὸν Ἀγαμέμνονα ἀλλʼ ἐπιμελόμενος τί πράττουσιν οἱ βασιλεῖς· τὴν δὲ ἑαυτοῦ γνώμην ἐδήλωσεν διὰ τοῦ ἀλκίμῳ νεκρῷ ὅτι γενναίαν αὐτοῦ ἐδήλωσε τὴν τελευτήν· διδάσκει δὲ ὁ λόγος ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν κἂν ἐχθροὶ ὦσιν.

1321 συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ.

1322 ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην: συνετὸς Ὀδυσσεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ· ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι εἰ κακῶς πάσχων ἀμύνηται διὰ λόγων.

1325 οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν.

1328 ἔξεστιν ἐμοὶ τῷ φίλῳ σου.

δαιμονίως ἡ ἐπιτήρησις· ἠπίστατο γὰρ ὅτι πάντες [*](5 προπέτης L, corr. Br. — 14 ἀναστελῶν Lasc. — 24 ἀμύνεται G.)

93
ἄνθρωποι πρὸς τὸ ἀληθὲς ἀγανακτοῦσι καὶ ἀντιλέγουσιν.

1329 ξυνηρετμεῖν; ξυντρέχειν ὡς πρότερον ἐκ μεταφορᾶς [*](Fol. 16 a) τῶν κοινῶς ἐρεττόντων.

συμφωνεῖν.

1334 μηδʼ ἡ βία σε μηδαμῶς. μὴ ἡ ἐξουσία βιασάσθω σε ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον.

1336 κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος: ἱκανὸς ὁ λόγος εἰς πειθὼ ὅτι κἀγώ ποτε ἐχθρὸς ὤν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον.

1338 ἔμπας ὅμως.

1339 τουτέστιν ὡς καὶ παρʼ ἐχθρῶν ἄξιος θρήνων τυχεῖν.

1345 βλάπτειν τὸν ἐσθλόν: δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι, τὸν ἐσθλὸν οὐ δεῖ μνησικακεῖν, δύναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος, τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι οὐδʼ ἐὰν μισούμενος ᾖ· εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν.

1350 τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον: ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ ἀκολουθητέον ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον· ἀπρεπὲς γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαιὅτι πᾶς τύραννος ἀδικεῖ ὑπὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων προβαλλόμενος.

[*](14 ὡς καὶ παρʼ — θρήνων τυχεῖν] v. 924 ubi ἐχθροῖς vulgo. — 16 δύναται usque ad finem] dubitatur utrum ἄνδρα τὸν ἐσθλὸν coniungendum sit an ὁ ἐσθλὸς dicatur βλάπτειν ἄνδρα. — 24 απολογεῖσθαι deleto απο L. ὅτι add. Br. — 25 ἔργων] ταύτην addit Lasc.)
94

1351 ἀλλʼ εὖ λέγουσι: κατὰ κοινοῦ τὸ ῥᾴδιον· ἔστιν οὖν ὁ νοῦς τοιοῦτος, ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν ἀντὶ ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος τουτέστιν ἄκουσόν μου.

1352 κλύειν τὸν ἐσθλόν: ἄκρως αἱ ἀντιθέσεις· ὁ μὲν Ὀδυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα τῆς ἐξουσίας παρακαλεῖ ὁ δὲ ἀντιστρέψας φησὶν ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βασιλεῦσιν.

1353 τῶν φίλων νικώμενος] λείπει ἡ ὑπό.

1356 τί ποτε ποιήσεις;: ἐν ἐρωτήσει ὁ λόγος, ποδαπός τις ἔσῃ πρὸς ἐχθροὺς καὶ τί αὐτοὺς διαθή- σεις δεινὸν ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι;

1358 ἔμπληκτοι βροτῶν: οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ, ἄφρονες παρὰ τοῖς ἀνθρώποις. ἄλλως: ἔμπληκτοι κοῦφοι, εὐμετάβλητοι· ὀνειδίζει δὲ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ· οἱ τοιοῦτοι οὖν ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται ὡς καὶ Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν.