Scholia in Pindarum Isthmian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου: μελέτη δέ τοι ἔργον ὀφέλλει (op. 410). ὁ δὲ Λάμπων, φησί, διηνεκῶς τοῖς ἔργοις τὴν μελέτην διδοὺς τὸν τοῦ Ἡσιόδου τιμᾷ καὶ ἀποδέχεται λόγον, καὶ τοῖς ἑαυτοῦ παισὶ λέγων τὸν στίχον παραινεῖ ἄθλων καὶ εὐδοξίας ἀντέχεσθαι, κοινὴν εὐδοξίαν τῇ ἑαυτοῦ πατρίδι προσάπτων.
a. καὶ ξείνων εὐεργεσίαις ἀγαπᾶται: τιμᾶται δὲ καὶ ἐπὶ ταῖς τῶν ξένων εὐεργεσίαις· τυγχάνει γὰρ ὢν φιλόξενος· τὰ προσήκοντα μὲν τῇ γνώμῃ τῇ ἑαυτοῦ μετερχόμενος, τὰ προσήκοντα δὲ καὶ κατέχων εἰς ἑαυτὸν καὶ λογιζόμενος.
b. ἢ οὕτω· διὰ τὸ φιλόξενος εἶναι καὶ ὑπὸ ξένων καὶ ὑπὸ πολιτῶν τιμᾶται, καὶ διανοούμενος τὰ μέτρια καὶ ἐνεργῶν καὶ πράσσων.
a. γλῶσσα δ᾿ οὐκ ἔξω φρενῶν: τουτέστιν οὐδὲν ἄκαιρον φλυαρεῖ, ἀλλ᾿ ὃ σκέπτεται. παρὰ γὰρ πολλοῖς ἡ γλῶττα προτρέχει τῆς διανοίας.
b. ἢ οὕτως· ἡ δὲ γλῶσσα αὐτοῦ καὶ ὁ λόγος οὐκ ἔστιν ἔξωθεν τῶν δεουσῶν φρενῶν, ἀντὶ τοῦ οὐ προπετῶς φθέγγεται.
a. φαίης κέ νιν ἄνδρ᾿ ἐν ἀθληταῖς: εἴποι δ᾿ ἄν τις αὐτὸν τὸν Λάμπωνα εἶναι τοιοῦτον ἄνδρα ἐν τοῖς ἀθληταῖς, οἵαν ἐν πέτραις ἑτερογενέσι Ναξίαν ἀκόνην, δυνάμενον ἀθλητὰς μάλιστα παραθῆξαι. νομίζονται γὰρ διαφορώταται τῶν ἄλλων ἀκονῶν αἱ κατὰ τὴν ἐν Κρήτῃ Νάξον. τοσοῦτον οὖν φησι τῶν ἄλλων ἀλειπτῶν διαφέρειν ἐν τοῖς ἀθληταῖς, ὅσον ἐν ἄλλαις ἀκόναις αἱ Νάξιαι διαφέρουσιν.
b. ὁ δὲ νοῦς· εἴποις δ᾿ ἂν αὐτὸν τὸν Λάμπωνα ἐν τοῖς ἄλλοις ἀθληταῖς οὕτως ἰσχυρὸν εἶναι ὥσπερ ἐν τοῖς ἄλλοις λίθοις ἡ Ναξία. ποιεῖ δὲ πρὸς ἀκόνην ὁ Νάξιος λίθος.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ: ἀλληγορεῖ νῦν· ποτιῶ, φησίν, αὐτοὺς τὸ ἀπὸ τῆς Δίρκης ὕδωρ, ὃ αἱ Μοῦσαι ἀνατεῖλαι ἐποίησαν· τουτέστι τῷ ἐμῷ ῥεύματι, ἤτοι τῷ ποιήματι ποτιῶ αὐτούς. Θηβαῖος γὰρ, ἡ δὲ Δίρκη ἐν Θήβαις· διὸ ἐξ αὐτῆς ἀναβεβλῆσθαί φησι τὸν ὕμνον. πῖσαι δὲ τὸ ποτίσαι, καὶ τὰς ποτίστρας δὲ πίσας ἔλεγον.