Scholia in Pindarum Isthmian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()b. τέτμηνθ᾿ ἑκατόμπεδοι: κατώρθωνται, πρόκεινται ἐφεξῆς πλατεῖαι οὖσαι.
οὐδ᾿ ἔστιν οὕτω βάρβαρος: οὐδαμῶς δὲ τις οὕτω βάρβαρος τυγχάνει οὐδὲ τὴν γλῶσσαν ἀλλόκοτος πόλις, ἥτις τοῦ Πηλέως οὐ κατακούει τὴν δόξαν |[*]() ἥρωος εὐδαίμονος καὶ γαμβροῦ τῶν θεῶν.
οὐδ᾿ ἅτις Αἴαντος Τελαμωνιάδα: οὐδὲ ἥτις πόλις τοῦ Τελαμῶνος τοῦ Αἰακοῦ παιδὸς καὶ τοῦ πατρός· εἶτα ἀπὸ κοινοῦ, οὐ κατακούει τὴν δόξαν· ὅντινα Τελαμῶνα εἰς ἰσχυρότατον πόλεμον συνεπήγαγε σὺν τοῖς Ἀργείοις αὐτοῦ ὑπηρέταις ὁ Ἡρακλῆς πρόθυμον ὄντα σύμμαχον καὶ μεγάλην βλάβην τοῖς κατὰ τὴν Τροίαν οἰκοῦσιν ἥρωσι τῶν τοῦ Λαομέδοντος ἁμαρτιῶν χάριν. ὁ γὰρ Ἡρακλῆς μετὰ Τελαμῶνος δοκεῖ κατειργάσθαι τὰ πολλά.
a. εἷλε δὲ Περγαμίαν: καὶ ἐπόρθησε τὴν Πέργαμον, φησίν. οὕτω γὰρ τὴν τῶν Τρώων ἀκρόπολιν λεγομένην εἶπεν, ὡς |[*]() καὶ Ὅμηρος μνημονεύει (E 446)· Περγάμῳ ἐν ἱερῇ· σὺν δὲ τῷ Τελαμῶνι ἀνεῖλε τὰ πλήθη τῶν ἐν τῇ Κῷ ἐθνῶν. ταύτης δὲ τῆς ἱστορίας |[*]() καὶ Ὅμηρος μνημονεύει (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας.
b. ὁ δὲ νοῦς· σὺν δὲ τῷ Τελαμῶνι καὶ τὰ τῶν Κῴων ἔθνη καταγωνισάμενος ἀνεῖλε.
a. καὶ τὸν βουβόταν οὔρεϊ ἶσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ: Φλέγρα τῆς Θρᾴκης χωρίον. διέτριβε δὲ ὁ Ἀλκυονεὺς κατὰ τὸν Θρᾳκικὸν Ἰσθμόν.
b. βουβόταν δὲ τὸν βουκόλον φησὶ, παρόσον τὰς Ἡλίου βοῦς ἀπήλασεν· ὅθεν καὶ ὁ πόλεμος θεῶν πρὸς τοὺς Γίγαντας.
c. τὸ δὲ οὐκ ἐφείσατο ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνει· οὐκ ἐφείσατο, ἀλλ᾿ ἐχρήσατο· οἷον ἐπεδαψιλεύσατο πολλοὺς τῶν πολεμίων τοξεύσας ὁ Ἡρακλῆς·
d. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Φλεγραίᾳ Ἡρακλῆς ἰδὼν τὸν Ἀλκυονέα τὸν ἐκτράπελον καὶ τερατώδη τὸ σῶμα οὐκ ἐφείσατο τοῦ ἑαυτοῦ τόξου καὶ ἔμενεν, ἀλλὰ τὸν Αἰακοῦ παῖδα τὸν Τελαμῶνα εἰς τοῦτον τὸν πλοῦν καὶ ταύτην τὴν συμμαχίαν καλῶν ἔτυχεν ἀνευρὼν εὐωχούμενον τὸν Τελαμῶνα.
e. ἄλλως. ταῦτα οὐκ ἀπήρτισται τὸ κατάλληλον οὐκ ἔχοντα, ἃ δὴ ὁ Ἀρίσταρχος σημειοῦται. καὶ εἰσὶν οἳ κεχιάσθαι φασὶν, ὅτι ἰδίως ἐπιβέληκεν ὡς ἐν διαστολῇ τοῦ οὐ φείσατο· ἀλλ᾿ Αἰακίδαν καλέων· ἀνατρέχων ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας. οὐκ ἔστι δὲ ἴδιον, ἐὰν ὁ ἀλλά ἀντὶ τοῦ δέ τάσσηται· Αἰακίδαν δὲ καλέων. νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς.