Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. καὶ τὸ Δάματρος: ὅτι ἐν Ἐλευσῖνι Δήμητρός ἐστιν ἀγὼν καὶ στέφανος ἦν κριθαί.

b. καὶ τὸ Δάματρος κλυτὸν ἄλσος: ἀπὸ κοινοῦ κατὰ πάντων τῶν ἀγώνων τὸ προσειπεῖν ἀκουστέον, ἵνα ἔχῃ οὕτω· προσήκει προσειπεῖν καὶ τῆς Δήμητρος τὸ ἱερὸν ἄλσος τὴν Ἐλευσῖνα καὶ τὴν Εὔβοιαν, καθ᾿ ἣν ὁ νικηφόρος ἐνίκησεν.

c. ἄλλως. ἐν τοῖς δρόμοις τούτου καὶ ἀγωνίσμασι προσῆκον ἡμῖν ἐστιν ἀνυμνῆσαι Ἐλευσῖνα καὶ Εὔβοιαν. τὸ δὲ γναμπτοῖς δρόμοις πρὸς πάντα ληπτέον τὰ λεγόμενα· καὶ γὰρ τὸν Ποσειδῶνα, φησί, καὶ τοὺς ἄλλους Εὔβοιάν τε καὶ Ἐλευσῖνα διὰ τοὺς δρόμους καὶ τοὺς ἐν αὐταῖς ἀγῶνας, καθ᾿ οὓς ἐνίκησεν ὁ ἐγκωμιαζόμενος, |[*]() ὑμνεῖν προσήκει.

d. Xρύσιππος· ἐν Εὐβοίᾳ ἄγεται τῷ Ἅιδῃ τὰ Βασίλεια.

Πρωτεσίλα, τὸ τεὸν δ᾿ ἀνδρῶν Ἀχαιῶν: τὸ ἑξῆς· καὶ τὸ σὸν δὲ τέμενος, ὦ Πρωτεσίλαε, τὸ ἐν Φυλάκῃ συγκαταριθμοῦμαι ταῖς τοῦ Ἡροδότου νίκαις. ἔστι δὲ Πρωτεσιλάου τέμενος ἐν Φυλάκῃ δὲ τῇ Θεσσαλικῇ εἴρηται. τέμενος δὲ λέγεται οὐ μόνον τὸ ἱερὸν καὶ ὁ ναός, ἀλλὰ καὶ ἡ ἀφωρισμένη χώρα. Ὅμηρος (Ζ 194)· καὶ μὲν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον αὐτῷ. τελεῖται δὲ τῷ Πρωτεσιλάῳ κατὰ τὴν Φυλάκην ἐπιτάφιος ἀγὼν, καθ᾿ ὃν ὁ νικηφόρος ἐνίκησεν.

a. πάντα δ᾿ ἐξειπεῖν ὅσ᾿ ἀγώνιος Ἑρμᾶς: πάντα γὰρ διεξελθεῖν, φησίν, ὅσα ὁ τῶν ἀγώνων προστάτης Ἑρμῆς τῷ Ἡροδότῳ ἐχαρίσατο στέμματα ἵπποις ἀγωνιζομένῳ, βραχὺς ὢν ὁ λόγος ἐξασθενεῖ εἰπεῖν.

b. ἄλλως. ἤτοι ὅτι πρὸς τὸν διδόμενον μισθὸν καὶ τὰς ᾠδὰς ἐξέτεινεν, ἵν᾿ ᾖ οὕτω· πάντα αὐτοῦ τὰ ἀγωνίσματα εἰπεῖν βραχὺν μισθὸν ἔχων ὁ ὕμνος οὐ συγχωρεῖ μοι· ἢ ὅτι ἡ συμμετρία τῶν εἰρημένων λόγων ἀφαιρεῖται τὴν ἔκτασιν καὶ τὸ μῆκος. Ἀριστόδημος δὲ καὶ τοῦτο λαμβάνων πρὸς τὸ μόνων τῶν ἐπισήμων αὐτὸν μνημονεύειν, τοὺς δὲ λοιποὺς παρωδευκέναι, βραχύ φησι μέτρον εἰρηκέναι τοῦ ὕμνου διὰ τὸ τὰς ἐκδόσεις τῶν ἐπινίκων πρὸς ἀριθμὸν ἐπῶν καὶ τριάδων ἔχειν τοὺς μισθούς· παρὸ καὶ ἑαυτοῦ ἐπιλαμβάνεται.