Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Ἕκτορι μὲν κλέος ἀνθῆσαι: ἀπεικάζει αὐτὸν τῷ Ἕκτορι, καὶ τῷ Ἕκτορί φησιν ἀνθῆσαι τὸ κλέος μαχομένῳ παρὰ τῷ Σκαμάνδρῳ. τοῦτο δὲ εἰς ἔπαινον παρείλκυσε τοῦ Χρομίου. τὸν δὲ Ἕκτορα παρείληφε καὶ οὐκ Αἴαντα ἢ Ἀχιλλέα, τῷ καὶ τὸν Ἕκτορα μεμαχῆσθαι ὑπὲρ τῆς πατρίδος, ὡς καὶ τὸν Χρόμιον.

b. ὁ δὲ νοῦς· λέγεταί γε μὴν καὶ ᾄδεται τῷ μὲν Ἕκτορι τὴν εὐδοξίαν . . . παρὰ τῷ Σκαμάνδρῳ, ἐν δὲ ταῖς ἀκταῖς τοῦ Ἑλώρου ποταμοῦ, [ἀφ᾿] οὗ δὴ καὶ ὁ Ἀρείας πόρος καλεῖται, δέδεικται τοῦτο τὸ φέγγος τῷ Χρομίῳ, ἐν τῇ πρώτῃ καὶ νέᾳ ἡλικίᾳ. ἐνίκησε γὰρ ἐνταῦθα Καρχηδονίους συμμαχῶν Γέλωνι τῷ τυράννῳ τῷ Ἱπποκράτους διαδόχῳ.

a. βαθυκρήμνοισι δ᾿ ἀμφ᾿ ἀκταῖς Ἑλώρου: περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῷ Γελώων τυράννῳ πρὸς Συρακουσίους πόλεμος· ὁ δὲ Γέλων, οὗ οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει. ἐν δὴ τούτῳ φησὶ τῷ πολέμῳ [εἰκὸς τὸν] Χρόμιον ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῇ ι΄ δεδήλωκε. καθάπαξ γάρ, φησὶν ὁ Δίδυμος, οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμακότων τῷ Χρομίῳ τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γελωνος πρὸς Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποήσει γράφων οὕτως (FHG I 212)· Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῇ τεταγμένῃ μεμενηκότος, ἅμα δὲ τοῖς Γελῴοις χαρίσασθαι βουλόμενος, μεταπεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνῳ παρέδωκεν. ὅτι δὲ καὶ ὁ Γέλων τῷ Χρομίῳ ἐχρῆτο ἑταίρῳ, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῇ β΄ γράφων οὕτως (FHG I 212)· ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ᾿ ἐκεῖνον κατέστησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις [*]() γὰρ ὁ Γέλων δέδωκε τὰς ἀδελφάς.

b. ἄλλως. Ἕλωρος χωρίον Σικελίας ἤτοι ποταμὸς πρὸς Συρακούσαις, ἐν ᾧ πολέμου γεγονότος μεταξὺ Ἱπποκράτους τοῦ τυράννου καὶ Συρακουσίων συνεμάχησε Γέλωνι συμμάχῳ τοῦ Ἱπποκράτους ὁ Χρόμιος καὶ ἠρίστευσεν. ἡ δὲ μάχη ἐν στερρῷ χωρίῳ τῷ Ἕλωρι· ὁ δὲ αἰγιαλὸς καλεῖται Ἀρείας πόρος.

[*]()c. ἄλλως. Ἀρείας πόρος ἐλέγετο πᾶς ὁ περὶ τὸν πορθμὸν καὶ τὸ Ῥήγιον τόπος. ἔχει δὲ ὁ ποταμὸς ἱεροὺς ἰχθύας, οἳ παρὰ τῶν διαβαινόντων δέχονται τροφήν. ὁ δὲ τῆς Ἀρείας πόρος ἀνεξήγητός ἐστι· διὸ καὶ ἄδηλον, εἴτε Ἀρείας εἴτε Ῥείας λεκτέον εἴτε ὑφ᾿ ἓν Ἀρειάσπορον. καὶ καλεῖσθαι μέχρι τοῦ νῦν Ἀρείας πόρον διὰ τὸ πλῆθος τῶν φυομένων, ἢ ἀπὸ τοῦ συμβεβηκέναι ἐκεῖσε πόλεμον. Ἄρεα δὲ οἱ ποιηταὶ τὸν πόλεμόν φασιν.

a. πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ: χέρσῳ τῆς ἠπείρου φησί· γείτονι δὲ πόντῳ, ἀντὶ τοῦ ἐν ταῖς νήσοις καὶ θαλασσίοις τόποις. ἐν ὑπερβατῷ δέ φησιν· ἐν δὲ ἄλλαις ἡμέραις φήσω καὶ διελεύσομαι τὰ ἐν τῇ γῇ τῆς ἠπείρου καὶ τὰ ἐν ταῖς νήσοις αὐτῷ διηνυσμένα.

b. ἢ οὕτως· ἐὰν κατορθώσῃ, πάλιν ἐρῶ ὕστερον τὰ ἐν τῇ γῇ τῆς ἠπείρου, καὶ τὰ ἑξῆς.

a. ἐκ πόνων δὲ, οἳ σὺν νεότατι γένωνται: ἐκ τῶν πόνων τῶν ἐπιτελεσθέντων τῇ νεότητι, καὶ πόνων γε τοιούτων τῶν σὺν δικαίῳ τελεσθέντων, μία ἡμέρα αἰῶνος ὅλου τάξιν ἔχει εἰς εὐφροσύνην· ἐπειδάν τινες ἐν νεότητι πεπονηκότες ὦσι καὶ βεβιωκότες δικαίως, ἡμέρα μία ἐν τῷ γήρᾳ συγκριτική ἐστι πρὸς ὅλον τὸν αἰῶνα. τινὲς δὲ θηλυκῶς φασιν ἐξενηνέχθαι τὴν ἡμέραν ἀντὶ τοῦ ἥμερος, καὶ τὸν αἰῶνα θηλυκῶς εἰρῆσθαι· ἡ αἰών ἐστιν αὐτοῖς ἡμέρα, ἀντὶ τοῦ ἥμερος καὶ προσηνής ἐστιν αὐτοῖς ὁ βίος πρὸς γῆρας, ὅταν ὦσιν ἐν νεότητι πεπονηκότες δικαίως. τὰ δὲ προσηνῆ κατὰ μεταφορὰν ἀπὸ τῆς ἡμέρας σημαίνεται, ὥσπερ τὰ χαλεπὰ ἀπὸ τῆς νυκτός.

b. ἢ οὕτως· ὁ δὲ ἐκ πόνων καὶ κινδύνων αἰὼν καὶ χρόνος, οἵτινες ἂν πόνοι μετὰ δικαιοσύνης ἐν τῇ νέᾳ ἀνυσθῶσιν ἡλικίᾳ, τούτῳ ὁ πρὸς τὸ γῆρας πᾶς χρόνος ὥσπερ μία ἡμέρα παρατρέχει διὰ τὸ εὐθυμεῖν καὶ μὴ ἐπαισθάνεσθαι τῶν φαύλων.

c. τὸ δὲ ἑξῆς· ὁ δὲ αἰὼν πρὸς τὸ γῆρας τούτοις τελέθει ἀεὶ φῶς τοῖς πόνοις, οἳ ἂν ἐν νεότητι γένωνται καὶ σὺν δίκῃ. ἔστι δὲ ἐκ τοῦ ἐναντίου τῷ Ὁμήρου (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

a. εἰ γὰρ ἅμα κτεάνοισι πολλοῖς: εἰ γὰρ ἅμα τῷ πλουτεῖν καὶ δοξασθήσεταί τις καλὰ ἐργασάμενος, οὐκ ἔστιν ὑπερθέσθαι ταύτην τὴν μακαριότητα, ὅταν συνέλθῃ δόξα πλούτῳ.

b. ὁ δὲ νοῦς· ὁ γὰρ ἅμα πλήθει περιουσίας καὶ δόξαν εὐκλεῆ καρπωσάμενος οὐκέτι περαιτέρω θνητὸς ὢν ὀφείλει περισκοπεῖν οὐδὲ ἄλλης εὐτυχίας ὁδοὺς ἐπιζητεῖν τοῖς ἑαυτοῦ ποσίν. ἀνυπέρβλητος γάρ, φησίν, αὕτη ἡ ἀρετή. παρέοικε δὲ τῇ ἄνω διανοίᾳ (N. III 19)· εἰ δ᾿ ἐὼν καλὸς ἔρδων δ᾿ ἐοικότα μορφᾷ, οὐκέτι πόρσω, καὶ τὰ ἑξῆς.

a. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον: τῇ μὲν οὖν εἰρήνῃ καὶ ἡσυχίᾳ προσφιλές ἐστι τὸ συμπόσιον, ἡ δὲ νεωστὶ καταπραχθεῖσα νίκη συναύξεται τῇ μαλθακῇ καὶ ἡδείᾳ ᾠδῇ.

b. ἢ οὕτω· τὸ συμπόσιον τὴν ἡσυχίαν φιλεῖ· καὶ ἔστιν ὅμοιον τῷ (N. V 6) ματέρ᾿ οἰνάνθας ὀπώραν. ἡ δὲ νικηφορία οὐ φιλεῖ ἡσυχίαν, ἀλλ᾿ ὕμνους.

a. θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνεται: παρὰ δὲ τὸν κρατῆρα, ὃς ἵσταται διὰ τὸ τέλος τῆς νίκης, θαρσαλεωτέρα ἡ φωνὴ γίνεται, καὶ δύναταί τις θαρρῶν ἐπὶ τῇ τοῦ νικηφόρου ἀνδραγαθίᾳ μετὰ παρρησίας τὸν ὕμνον ᾄδειν τὸν ἐπὶ τῇ νίκῃ.

b. ἢ ἄλλως· ὅταν τις νικήσῃ, μετὰ παρρησίας εἰς αὐτὸν φωναὶ γενέσθωσαν καὶ ὕμνοι.

a. ἐγκιρνάτω τίς μιν γλυκὺν κώμου προφάταν: τοίνυν τὸν κρατῆρα τὸν ἱστάμενον ἐπὶ τῇ νίκῃ ἐγκιρνάτω τις προηγητὴν ὄντα τοῦ ὕμνου. προηγητὴν δὲ ἔφη τοῦ ὕμνου τὸν κρατῆρα, ἐπειδὴ τῇ νίκῃ ἅμα κρατὴρ τῆς σπονδῆς ἵσταται, εἶθ᾿ οὕτως ὁ ὕμνος ᾔδετο.

b. ὁ δὲ νοῦς· ἤδη κιρνάτω τις τὸν κρατῆρα, ὅς ἐστι προοίμιον καὶ προφήτης κώμου. κωμάζωμεν οὖν αὐτὸν καὶ ὑμνῶμεν, ὅτι νενίκηκεν.

ἀργυρέαισι δὲ νωμάτω φιάλαισι: μετὰ τὸ κερασθῆναι τὸν κρατῆρα, φησί, ἀποβαπτιζέτω τις τὰς φιάλας, καὶ διανεμέτω τοῖς κατακειμένοις. ποίας δὲ φιάλας; ἃς ἔλαβεν ὁ Χρόμιος νικήσας ἔνθεν. ἐν γὰρ τοῖς κατὰ Σικυῶνα Πυθίοις ἀργυραῖ φιάλαι ἔπαθλα. βιατὰν δὲ ἀμπέλου παῖδα τὸν οἶνόν φησιν, ἤτοι τὸν βίᾳ θλιβόμενον, ἢ τὸν βιάζεσθαι εἰδότα καὶ εἰς μέθην ἄγειν.

a. ἅς ποθ᾿ ἵπποι κτησάμεναι: ἅστινας φιάλας αἱ τοῦ Χρομίου ἵπποι προσεκόμισαν διὰ τῆς νίκης τῷ δεσπότῃ ἅμα τοῖς μετὰ δικαιοσύνης ὑπάρξασιν αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος στεφάνοις ἐκ τῆς ἱερᾶς Σικυῶνος. οὐ παρῆν δὲ ὑπὸ τὴν νίκην, ἀλλ᾿ ἐπεπόμφει τὸ ἅρμα.

b. ἃς ἤνεγκαν, φησίν, ἅμα τοῖς στεφάνοις οἱ ἵπποι. θεμιπλέκτους δὲ τοὺς στεφάνους φησὶν ἤτοι νομίμως καὶ καθηκόντως πεπλεγμένους, ἢ καθὸ πάρεδρός ἐστι τοῦ Ἀπόλλωνος ἡ Θέμις χάριν τοῦ χρηστηρίου· καὶ γὰρ ἦν προφῆτις· ἢ ὅτι δικαίως καὶ ἄνευ δωροδοκίας ἐστέφθη. ἱστορεῖται δὲ τὰ ἐν Φωκίδι χρήμασιν ἀνύεσθαι, διὸ καὶ πρόσκειται ἐνταῦθα τὰ ἐν Σικυῶνι. οἰκείως δὲ ἱερὰν τὴν Σικυῶνα προσηγόρευσεν· ἡ γὰρ Μηκώνη ἐπ᾿ αὐτῆς ἐστιν, ἐφ᾿ ἧς οἱ θεοὶ διεδάσαντο τὰς τιμάς. Ἡσίοδος (theog. 535)· καὶ γὰρ ὅτ᾿ ἐκρίνοντο θεοὶ θνητοί τ᾿ ἄνθρωποι Μηκώνῃ. καὶ Καλλίμαχος (fr. 195)· Μηκώνην μακάρων ἕδρανον αὖτις ἰδεῖν.

a. Ζεῦ πάτερ, εὔχομαι: εὔχομαι δὴ οὖν, πάτερ Ζεῦ, καὶ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὑμνῆσαι ἐπιχαρίτως, ἐπὶ πολλῶν τε καὶ ἄλλων τὴν νίκην αὐτοῦ ὑμνῆσαι τοῖς λόγοις προπέμπων μου τὴν Μοῦσαν ἐγγὺς τοῦ σκοποῦ· οἱονεὶ ἐπαξίως αὐτὸν ὑμνῆσαι.

b. ἄλλως. τιμαλφεῖν λόγοις, ἀντὶ τοῦ τιμᾶν αὐτὸν λόγοις, προσβάλλων ταῖς Μούσαις τὴν νίκην καὶ συναρμόζων αὐτήν· τοῖς ὕμνοις βάλλων τὴν νίκην. τινὲς δὲ ἀνέγνωσαν περισπωμένως νικᾶν, ἵν᾿ ᾖ· ὑπὲρ πολλῶν νικῶν τιμᾶν τοῖς λόγοις· ἀκοντίζων δὲ ἐγγὺς τοῦ σκοποῦ τὴν Μοῦσαν, ἤτοι διϊκνούμενος ταῖς Μούσαις.[*]()