Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. Ἄριστος εὐφροσύνα: ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφροσύνη.

b. ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν.

c. ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν.

[*]()αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρες: αἱ δὲ σοφαὶ θυγατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι.

[*]()θέλξαν νιν: τὸ νίν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες ᾠδαὶ, τουτέστι τὰ ποήματα, ἁπτόμεναι αὐτὴν, τὴν εὐφροσύνην, ἔθελξαν, τὴν τοῦ ἀνθρώπου ὅταν ἐγκωμιάζηται. ἔστι δὲ ἄκυρον· πῶς γὰρ θέλγεται ἡ εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ᾿ ἄλλου θελγομένη; ἄμεινον δέ, φησὶν ὁ Δίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νίν· οἱ γὰρ μεθ᾿ Ὅμηρον οὐκ ἀκριβεύουσι τὴν ἀντωνυμίαν. καθὼς καὶ Εὐριπίδης (Bacch. 32)· τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρησ᾿ ἐγώ. ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί.

[*]()a. οὐδὲ θερμὸν ὕδωρ τόσσον γε: οὐδ᾿ οὕτω τὰ θερμὰ λουτρὰ μαλάσσει κεκμηκότα τὰ γυῖα καὶ πεπονημένα, ὅσον ἡ εὐλογία ἀνίησιν.

b. ὁ δὲ νοῦς ὅλος· οὐκ ἂν δὲ τοσοῦτον ἀπὸ θερμοῦ ὕδατος καὶ βαλανείου χαλασθείη καὶ μαλαχθείη τὸ σῶμα κεκμηκὸς, ὅσον ὑπὸ ἐπαίνων· ἧς μάλιστα τῆς εὐφημίας πληρουμένης τῇ διὰ τῆς κιθάρας ἡδονῇ.

[*]()συνάορος, οἷον συμφερομένη, κοινωνοῦσα.

[*]()a. ῥῆμα δ᾿ ἑργμάτων χρονιώτερον βιοτεύει: παντὸς ἔργου χρονιώτερόν ἐστι τὸ ῥῆμα, τουτέστιν ὁ ὕμνος· οἷον τὰ λεγόμενα πάντα ἢ γραφόμενα χρονιώτερά ἐστι τῶν ἔργων τὰ μὲν γὰρ ἔργα τῷ γεγονέναι παρήκει, τὰ δὲ γραφόμενα αἰώνια παραδίδοται. ποῖα δέ; ἃ ἂν μετὰ τῆς ἐκ Χαρίτων τύχης τεχθῇ καὶ προαιρεθῇ ἐκ τῆς γλώττης ἑκάστῳ· ὡς ἐάν γε χωρὶς Χαρίτων γράφηται ὁ ὕμνος, ἀπόλωλε καὶ ἔσβεσται, ἐὰν δὲ μετὰ Χαρίτων, μένει πρὸς αἰῶνα εὔδια. καὶ Καλλίμαχος (fr. 121)· ἔλλατε νῦν, ἐλέγοισι δ᾿ ἐνιψήσασθε λιπώσας χεῖρας ἐμοῖς, ἵνα μοι πολὺ μένουσιν ἔτος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ διὰ τῶν λόγων ἔπαινος αὐτῶν τῶν καλῶς πεπραγμένων πολλῷ μακρότερον διασῴζεται καὶ μνημονεύεται, ὅσπερ ἂν λόγος μάλιστα καὶ ἔπαινος τετυχηκὼς Χαρίτων λέγηται ἐκ διανοίας συνετῆς.

[*]()a. τό μοι θέμεν Κρονίδᾳ τε Διὶ καὶ Νεμέᾳ: ἐμοὶ εἴη ποιῆσαι· τὸ γὰρ εἴη οὕτως ἀναβιβαστέον· εἴη με μετὰ τῶν Χαρίτων γράφειν. τὸ δὲ προηγούμενον τοῦ κώμου προκώμιον εἶπεν, ἐπειδὴ κωμάζουσιν ᾄδοντες τὸ ποίημα· προκώμιον οὖν τὸ πρὸ τοῦ κώμου γραφόμενον. δύναται καὶ οὕτω, φησὶν ὁ Δίδυμος· παντὸς τοῦ ποιουμένου εἰς αὐτὸν ὕμνου τοῦτο τὸ ῥῆμα προκώμιον εἴη, οἷον προοίμιόν τι τοιοῦτον γένοιτο τῶν εἰς αὐτὸν γραφησομένων ὕμνων ὑπ᾿ ἐμοῦ, νικῆσαι καὶ ἄλλους ἀγῶνας· ἵνα τῶν ἑξῆς ἐσομένων ἐπινίκων ὁ νῦν γραφόμενος λέγηται πρὸ τοῦ παντὸς κώμου γεγονώς. δύναται δὲ καὶ οὕτω· τῶν γραφησομένων αὐτῷ ὕμνων ὑπ᾿ ἄλλων ὁ ἐμὸς ἂν εἴη προκώμιον.

b. ἄλλως. ὁ νοῦς· ὅνπερ δὴ λόγον καὶ ἔπαινον γένοιτο νῦν ἐμοὶ θεῖναι καὶ πληρῶσαι προκώμιον τῷ τε Διῒ καὶ αὐτῇ τῇ Νεμέᾳ καὶ τῇ Τιμασάρχου πάλῃ.

[*]()ὕμνου προκώμιον: ὕμνου προκώμιον εἶπε διὰ τὸ ὑπὸ χορευτῶν μὲν λέγεσθαι τὸν ὕμνον νεωτέρων τινῶν, πρὸ δὲ τῆς τούτων χορείας καὶ κωμασίας γραφῆναι ὑπὸ τοῦ ποιητοῦ αὐτόν. ὁ δὲ λόγος· γένοιτό μοι ἐπιτυχεῖν πρὸ τοῦ κωμάζειν τοὺς ἐπαίνους γράφοντι.

[*]()δέξαιτο δ᾿ Αἰακιδᾶν εὔπυργον ἕδος: ῥῆμα ὃ προείρηκε, ῥῆμα δ᾿ ἑργμάτων χρονιώτερον, τὸ ῥῆμα τοῦτο τὸ εὔπυργον τοῦ Αἰακοῦ ἕδος δέξαιτο, ὡς ἔστι δίκαιον. (20 a.) κοινὸν δὲ φέγγος ἔστι μὲν καὶ τὴν Αἴγιναν ἀκοῦσαι, ἔστι δὲ καὶ τὸ ποίημα, τὸ κοινὸν φέγγος γινόμενον· οὐ γὰρ ἐᾷ ἐν ἀφανεῖ τὰ ἔρ α, ἀλλὰ φωτίζει κοινῶς. (20 b.) ξεναρκεῖ δὲ ὡς ποδαρκεῖ. κοινὸν φέγγος τῆς ξεναρκοῦς δίκης ἡ τῶν Αἰακιδῶν πόλις παραδέξαιτο, ὡς ἔστι δίκαιον ξένους ἀποδέχεσθαι.

[*]()a. ἕδος δίκᾳ: δίκης ξεναρκοῦς, τῆς τοῖς ξένοις ἀρκούσης δικαιοσύνης κοινὸς ὢν ὀφθαλμὸς, ὦ Αἴγινα, ἤτοι περιφραστικῶς ἡ δικαιοτάτη.

b. δέξαιτο δὲ τοῦτο τὸ προκώμιον καὶ τοῦτον τὸν ἔπαινον πόλις καλλίστη Αἴγινα, ἥτις διὰ τὴν προσοῦσαν πρὸς πάντας τοὺς ξένους δικαιοσύνην καὶ φιλοξενίαν κοινὸς ὀφθαλμὸς τῶν πάντων τυγχάνει.

a. εἰ δ᾿ ἔτι ζαμενεῖ Τιμόκριτος: τῷ ἄγαν ξηραντικῷ· [*]() τὸ γὰρ ζα ἐπιτατικόν ἐστι μόριον ἀεί· τῷ ἰσχυροτάτῳ οὖν φησι. περιφραστικῶς δὲ τοῦτό φησιν· εἰ ἔζη σου ὁ πατὴρ Τιμόκριτος, ὦ Τιμάσαρχε.

[*]()b. ἤτοι ὁ ἐν κιθάρᾳ ποικίλος ἢ ὁ μουσικώτατος ἀπὸ μέρους· ἤσκουν γὰρ οἳ ἀρχαῖοι μουσικήν.

[*]()c. ὁ δὲ νοῦς ὅλος ἕως Ἡρακλέος ὀλβίαν πρὸς αὐλὰν οὕτως· εἰ δὲ μέχρι τοῦ παρόντος ὁ σὸς πατὴρ Τιμόκριτος ἐν ζῶσιν ἀνεστρέφετο τῇ ἑαυτοῦ μουσικῇ σεμνυνόμενος, συνεχῶς ἂν τούτῳ τῷ μέλει καὶ ταύτῃ τῇ ᾠδῇ προσκλίνας ἂν ἑαυτὸν καὶ προσαγαγὼν ἀνευφήμησε καὶ ἀνεβάλετο τὴν γεγενημένην νίκην τὴν ἀπὸ τοῦ Κλεωναίου ἀγῶνος τοῦ πέμψαντος πλῆθος καὶ ὁρμαθὸν στεφάνων· |[*]() λέγει δὲ τοῦ Νεμεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν· |[*]() καὶ τὴν ἀπὸ τῶν πλουσίων Ἀθηνῶν καὶ ἐνδόξων νίκην, καὶ τὴν ἐν ταῖς Θήβαις τῶν Ἰολαείων καλουμένων· διότι δὴ παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τάφον οἱ Θηβαῖοι σὺν πολλῇ προθυμίᾳ καὶ βουλήσει τοῖς τῶν στεφάνων ἄνθεσιν ἐκόσμουν εὶς χάριν καὶ τιμὴν τῆς Αἰγίνης· Αἴγινα γὰρ καὶ Θήβη ἀδελφαὶ, ἐξ ὧν αἱ πόλεις ὠνομάσθησαν. προσφιλὴς γὰρ ὢν ἅτε Αἰγινήτης, καὶ πρὸς φίλους ἥκων τοὺς Θηβαίους ἅτε δὴ καὶ τὸ εὔξενον ἄστυ καταλαβόντας, ἠδυνήθη κατ᾿ εὐχὴν θεάσασθαι τὴν τοῦ Ἡρακλέους αὐλὴν, ἤτοι τὰς Θήβας.

[*]()εὐωνύμων ἀπ᾿ Ἀθανᾶν: ἐνδόξων, ὀνομαστῶν. ἄδηλον δὲ ποῖον ἀγῶνα ἐνίκησε· πολλοὶ γὰρ τελοῦνται, Παναθήναια καὶ ἄλλοι. εἶτα ἐπάγει· |[*]() Θήβαις τ᾿ ἐν ἑπταπύλοις, ὡς καὶ ἐν Θήβαις αὐτοῦ νικήσαντος. ἦν δὲ καταλληλότερον εἰπεῖν Θηβῶν, ἵν᾿ ᾖ· καὶ ἀπὸ Θηβῶν ἔπεμψας αὐτῷ στέφανον. διατί; ὅτι παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τύμβον οἱ Θηβαῖοι οὐκ ἄκοντές σε τοῖς ἄνθεσιν ἐμίγνυον, τουτέστιν ἐστεφάνουν, χαίροντες διὰ τὸ συγγενεῖς εἶναι Θηβαίους Αἰγινητῶν. Θήβη γὰρ καὶ Αἴγινα Ἀσωπίδες, καί φασι Θηβαίοις πολεμοῦσιν Ἀθηναίοις ἐκπεσεῖν λόγιον, τοὺς συγγενεῖς ἑλέσθαι συμμάχους, δι᾿ οὗ τοὺς Αἰγινήτας δηλοῖ.

[*]()οὕνεκεν Ἀμφιτρύωνος: ἀντὶ πατρωνυμικοῦ τοῦ Ἀμφιτρυωνίδου· οὐ γὰρ Ἀμφιτρύωνι ἄγεται ὁ ἀγών. ὡς δὲ Ὅμηρος λέγει Ὑπερίονος Ἠελίοιο, ἀντὶ τοῦ Ὑπεριονίδου· καὶ Εὐριπίδης (fr. 70)· ὃς Οἰδίπουν ἀπώλεσ᾿, Οἰδίπους δ᾿ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν. οὐ γὰρ ὁ Οἰδίπους ἤνεγκε χρυσοῦν ὅρμον εἰς Ἄργος, ἀλλ᾿ ὁ Πολυνείκης, καὶ ἔδωκεν Ἐριφύλῃ· ἔστιν οὖν, Οἰδιποδιονίδης δ᾿ ἐμὲ, ὁ Πολυνείκης· οὕτω καὶ τοῦτο οὕνεκεν Ἀμφιτρυωνίδου· Ἰόλαον γὰρ εἶπεν· οὗτος γὰρ Ἰφικλέους, ὁ δὲ Ἀμφι τρύωνος· διὸ καὶ τὸ ἐν Θήβαις γυμνάσιον ἀπ᾿ αὐτοῦ Ἰολάειον καλεῖται καὶ ὁ ἀγὼν Ἰολάεια. Δίδυμος δέ φησιν οὐκ ἄγεσθαι Ἰολάεια ἐν Θήβαις ἀγῶνα γυμνικόν, αὐτὸ δὲ μόνον τὸ στάδιον καὶ γυμνάσιον εἶναι Ἰολάειον, καθὼς ὁ περὶ ἀγώνων ἀναγραψάμενος οὐκ Ἰολάειά φησιν ἄγεσθαι ἀλλ᾿ Ἡράκλεια. τὸν ἀγῶνα οὖν τῶν Ἡρακλείων φησὶν ἐν τῷ τοῦ Ἰολάου γυμνασίῳ διακεῖσθαι παρὰ τὸ τοῦ Ἀμφιτρύωνος μνῆμα, ἔνθα φασὶ καὶ τὸν Ἰόλαον κεκενοταφῆσθαι· τὸ γὰρ κατ᾿ ἀλήθειαν αὐτοῦ μνῆμα ἐν Σαρδοῖ εἶναι.

[*]()a. Αἰγίνας ἕκατι: τῆς ἡρωΐδος Αἰγίνης γυναικὸς χάριν, διὰ τὸ συγγενές. Θήβη γὰρ καὶ Αἴγινα ἀδελφαὶ θυγατέρες Ἀσωποῦ τοῦ ποταμοῦ, ἀφ᾿ ὧν καὶ αἱ προσηγορίαι τῶν πόλεων.

b. φίλοισι γὰρ φίλος: πρὸς φίλους φίλος ἦλθε, [*]() πρὸς Θηβαίους Αἰγινήτης ὤν. (37.) ξένιον δὲ ἄστυ ἤτοι τὸ εὔξενον, ὡς τὸ κληϊσταὶ δ᾿ ἔπεσαν σανίδες (β 344) ἀντὶ τοῦ εὔκλειστοι, καὶ τειχιόεσσα (Β 559) ἀντὶ τοῦ εὐτειχής· ἢ ξένιον ἄστυ ταῖς Θήβαις ἡ Αἴγινα, διότι Πηλεὺς καὶ Τελαμὼν Αἰγινῆται ὄντες, ὅτε ἔμελλε στρατεύειν εἰς Ἴλιον Ἡρακλῆς, ἐπεξενώθησαν αὐτῷ· διὸ ἐποίσει, ξὺν ᾧ ποτε Τρωΐαν.

[*]()ξὺν ᾧ ποτε Τρωΐαν: ὁ νοῦς· σὺν ᾧ Ἡρακλεῖ ἐν τοῖς ἀνωτέρω χρόνοις ὁ γενναῖος Τελαμὼν ἐπόρθησε τὴν Τροίαν, ἐπόρθησε δὲ σὺν αὐτῷ καὶ τοὺς νῦν μὲν Κῴους λεγομένους νησιώτας, τότε δὲ Μέροπας, ἔτι γε μὴν ἐπόρθησε καὶ τὸν μέγιστον καὶ ἐκπληκτικώτατον τῶν Γιγάντων Ἀλκυονέα.

[*]()a. καὶ Μέροπας: τοὺς Κῴους· δοκοῦσι γὰρ εἶναι γηγενεῖς· [*]() ἀπὸ Μέροπος δὲ Μέροπες οὕτως γράφεται.

b. ὅτι δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Κῶ ἀπὸ τῆς Ἀσίας κατιὼν, καὶ Ὅμηρος μαρτυρεῖ (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας. ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασιλέως θυγατέρα, ἀφ᾿ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες.

c. λέγεται δὲ πεπορθηκέναι διὰ τοὺς Χαλκιόπης ἔρωτας τῆς θυγατρὸς Εὐρυπύλου τοῦ βασιλέως τὴν Κῶ.

[*]()a. ἔκπαγλον Ἀλκυονῆ: ἀντὶ τοῦ Ἀλκυονέα· κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς καὶ τὸ Τυδέα Τυδῆ· Ὅμηρος (Δ 384) ἐνταῦθ᾿ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.

[*]()b. καὶ τὸν μέγαν πολεμιστὴν ἔκπαγλον Ἀλκυονῆ: οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέανι Ἡρακλεῖ, [*]()οὗτος δὲ εἷς ἦν τῶν Γιγάντων, [*]()οὗ τὰς βοῦς Ἡρακλῆς ἐξ Ἐρυθείας παρήλαυνε· καὶ τῆς μάχης αὕτη αἰτία ἐγένετο τῇ βουλῇ τοῦ Διός· πολέμιος γὰρ ἦν τοῖς Γίγασιν.

c. οὐ πρότερον οὖν ἀνεῖλε τὸν Ἀλκυονέα Ἡρακλῆς, πρὶν τὰ ἅρματα αὐτοῦ ὑπὸ τοῦ Ἀλκυονέως βληθῆναι.

[*]()d. ἄλλως. οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, |[*]() καὶ μετὰ τὸ συντρίψαι αὐτοῦ δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας λίθῳ μεγίστῳ, τὸ τελευταῖον κατ᾿ αὐτοῦ τὸν λίθον ἔρριψεν, ὅντινα τῷ ῥοπάλῳ ἀποσεισάμενος οὕτως ἀπέκτεινε τὸν Ἀλκυονέα, καί φασι κεῖσθαι τὸν λίθον ἐν τῷ Ἰσθμῷ. λέγεται δὲ τότε συμπαρεῖναι τῷ Ἡρακλεῖ καὶ τὸν Τελαμῶνα.

e. οὐ πρὶν [*]() ἤ γε τετραορίας δώδεκα, ὅ ἐστι τεθρίππους ἀνεῖλεν ὁ Ἀλκυονεύς. οὐ πρότερον δέ, φησίν, ἀπέκτεινεν Ἡρακλῆς, πρὶν ἢ ἀπέκτεινεν ὁ Ἀλκυονεὺς δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας τοῦ Ἡρακλέους.

[*]()a. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ ξυνιείς: ἐπεὶ ῥητῶς οὐκ ἐξήγγειλεν ὁ Πίνδαρος ὅτι ἐνικᾶτο ὁ Ἡρακλῆς, ἀλλ᾿ ἀμφιβόλως αὐτὸ παρεδήλωσεν, ὁ μὴ συνιεὶς τοῦτο ὃ λέγω, φησίν, ὅτι ἐλείφθη ὁ Ἡρακλῆς, ἄπειρος μάχης [*]() ἂν εἴη οὗτος.

b. ἄλλως. τὸν λόγον τοῦτον ὁ μὴ διαλογιζόμενος καὶ νοῶν ὀφθείη ἂν ἄπειρος μάχης, ὡς μὴ συνιεὶς τὴν τύχην καὶ τὸν ἐξ αὐτῆς λόγον.

[*]()a. ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικε: παρὰ τὸ Ὁμηρικόν (Σ 309)· ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.

b. ὁ δὲ νοῦς· ἔπαθεν ὁ Ἡρακλῆς ἀποβαλὼν τοὺς ἑταίρους. παρὰ τοῦτο ὁ τραγικός (Soph. fr. 209)· τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται. εἴη δ᾿ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλητής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι.

[*]()a. τὰ μακρὰ δ᾿ ἐξενέπειν ἐρύκει με τεθμός: Ἀρίσταρχος· εἰς νουμηνίαν ἐπιοῦσαν ὑποκείμενόν ἐστιν αὐτῷ ἀποδοῦναι τὸν ἐπίνικον. πάντα γάρ, φησί, τὰ περὶ τὸν Ἡρακλέα καὶ Ἀλκυονέα μακρῶς διελθεῖν κωλύομαι . . . . . . . ἐξειπεῖν ἐρύκει με καὶ κωλύει με ὁ τεθμός· ποῖος δὲ τεθμός; ὁ νόμος τοῦ ἐγκωμίου. ὁ νόμος οὖν τοῦ ἐγκωμίου, φησί, κωλύει με μακραῖς παρεκβάσεσι χρῆσθαι.

b. ὁ δὲ Ἀμμώνιος ὡμολογηκέναι φησὶ τὸν Πίνδαρον ἐν χρόνῳ τινὶ ἀποδώσειν τὸν ἐπίνικον· ὁ νόμος οὖν οὗτος, ὃν διεστησάμεθα ἐγώ τε καὶ οἱ τοῦ ἀθλητοῦ περὶ τῆς ἡμέρας, ᾗ ἀποδώσω, κωλύει με μακρὰ γράφειν· οὐ γὰρ φθάσω. διὸ ἐποίσει· Ὧραί τ᾿ ἐπειγόμεναι, τουτέστιν ἐπείγουσί με αἱ Ὧραι.

[*]()c. ὁ δὲ νοῦς οὕτω· τὰ πολλὰ δὲ καὶ μακρῶν δεόμενα λόγων διηγεῖσθαι κωλύομαι ὑπό τε τοῦ καιροῦ κατεπείγοντος καὶ ὑπὸ τοῦ εἰωθότος θεσμοῦ· νενόμισται γὰρ τὰ τοιαῦτα διὰ συντόμων λέγεσθαι.