Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἔστιν ἐν Αἰγίνῃ Πυθίου Ἀπόλλωνος ἱερὸν, ἐν ᾧ οἱ θεωροὶ διῃτῶντο οἱ τὰ θεῖα φυλάσσοντες· θεωροὶ γὰρ οἷον θεοφύλακες. οἱ δὲ, ὅτι ἐν τοῦ Πυθίου Ἀπόλλωνος ἱερῷ οἶκός ἐστι καλούμενος Θεάριον διὰ τὸ τοὺς ἄρχοντας, οἳ καλοῦνται θεωροὶ, ἐνταῦθα διαιτᾶσθαι.[*]()

b. Πυθίου Θεάριον: τόπος ἐν Αἰγίνῃ δημόσιος, [*]() ἔνθα τὰ συμπόσια· εἴρηται δὲ ἀπὸ τῶν θεωρῶν τῶν εἰς Ἀπόλλωνα πεμπομένων.[*]()

c. συνέζευξεν οὖν, φησί, λόγῳ εὐκλεεῖ καὶ τὸ Θεάριον, καὶ ταῖς ἀγλααῖς καὶ καλαῖς αὐτοῦ μερίμναις.

d. οἱ δὲ, ταῖς ἐμαῖς μερίμναις καὶ τοῖς ἐμοῖς ποιήμασι συνέζευξε τῷ εὐκλεεῖ λόγῳ.

[*]()e. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται: οὐκ ἔστι γνῶναι τὸν ἀνδρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. ἐν τῷ πειραθῆναι οὖν ἑκάστῳ τὸ τέλος διαφαίνεται.

f. ἢ οὕτως· ὅστις ἂν ἔξοχος γένηται, τούτου τὸ τέλος ἐν τῇ πείρᾳ ἀποδείκνυται. τοῦτο δὲ ὡς πρὸς τὸν ἐγκωμιαζόμενον, ὅτι οὐκ ἄχρι λόγου τὰ προσόντα αὐτῷ δείκνυσιν.

[*]()a. ἐν παλαιτέροισι: προσληπτέον ἔξωθεν παλαιός. λέγει δὲ οὐχ ὅτι γέρων ἦν τὴν ἡλικίαν, οὐδὲ γὰρ παῖς· ἀλλ᾿ ὡς ὁ τραγικός (fr. adesp. 453)· καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους, πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ᾿ ἕκαστον μέρος τῆς ἡλικίας.

[*]()b. οἷον ἔχομεν τὸ βρότειον ἔθνος, οὕτως ἥρμοστο.

[*]()a. μέρος ἕκαστον: λείπει τὸ ἐπίσταται. φησὶ δὲ, ὅτι πρὸς πᾶσαν ἡλικίαν ἁρμοδίως προσοικειοῖ ἑαυτόν.

b. ἢ οὕτως· ἐπίσταται ὁ νικηφόρος ἕκαστον μέρος τῶν προλεχθεισῶν ἡλικιῶν, οἷον μέρος ἐλάχομεν τὸ βρότειον ἔθνος.

[*]()a. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς: Ἀρ σταρχος· τρεῖς μὲν τὰς καθ᾿ ἡλικίαν, ἃς προεξηρίθμηται, τὸ ἐν παισὶν εἶναι παῖδα, καὶ τὸ ἐν ἀνδράσιν ἄνδρα, καὶ τὸ ἐν παλαιοτέροις παλαιότερον. καὶ τετάρτην δέ φησιν ἐλᾶν ἀρετὴν τὸν τῶν ἀν θρώπων βίον. τετάρτη οὖν ἐστιν ἀρετὴ αὕτη πρὸς αἷς εἴρηκεν, ὡς δεῖ περὶ τοῦ παρόντος φροντίζειν καὶ μὴ περὶ τῶν ἐσομένων πάντων, ἀλλὰ πρὸς τὸ παρὸν δύνασθαι ἁρμόζεσθαι.

b. ὁ θνητὸς αἰὼν καὶ τετάρτην ἀρετὴν ταύτην φέρει, τὸ καὶ περὶ τοῦ ἐνεστῶτος φροντίζειν· ὧν οὐκ ἄπεστιν ὁ Αριστοκλείδης, ἀλλὰ πρὸς ταῖς τρισί, φησίν, αἷς προκατείληχε, κέκτηται καὶ ταύτην, τουτέστι τοῦ παρόντος φροντίζειν. ἢ ἐν ταὐτῷ ἔχει. ἅπερ οἱ ἄλλοι κατὰ μέρος ἔχομεν.

[*]()ἐνέπει: ἀντὶ τοῦ διδάσκει τὸ παρὸν σκοπεῖν καὶ εὖ τίθεσθαι.

[*]()a. χαῖρε φίλος· ἐγὼ τόδε τοι πέμπω: ἐπεὶ ἴσως οἱ προπίνοντες ἔλεγον τὸ χαῖρε, ὡς τὸ χαῖρ᾿ Ἀχιλεῦ (I 225).

[*]()b. κἀγὼ τόδε τοι πέμπω, φησί, μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, τὸν ὕμνον λέγω.

[*]()a. μεμιγμένον μέλι λευκῷ γάλακτι: τῇ ὁμοιότητι χρῆται τῇ ἀπὸ τοῦ μέλιτος καὶ γάλακτος καὶ διαφορὰν ἐπὶ τοῦ ποιήματος, καθὸ ἀποδέχεται τὰ φύσει γράφων ποιήματα τῶν ἐκ πόνου· τὸ γὰρ γάλα φύσει παρέπεται ταῖς τικτούσαις, τὸ δὲ μέλι μετὰ πόνου αἱ μέλισσαι ἐργάζονται.

b. ἀλληγορικῶς οὖν τὸν ὕμνον φησὶ, τὸ καλὸν καὶ ἡδύτατον αὐτοῦ ἐπιδεικνύμενος.

[*]()κιρναμένα δ᾿ ἔερσ᾿ ἀμφέπει πόμ᾿ ἀοίδιμον: ἡ δρόσος, φησίν, ἡ τοῦ μέλιτος κιρναμένη πρὸς τὸ γάλα ποιεῖ τὸ πόμα ἀοίδιμον, καὶ τὸ ποίημα μιχθὲν αὐλοῖς γίνεται καὶ αὐτὸ θαυμάσιον· οἷον ὡς τὸ γάλα τῷ μέλιτι μιχθὲν χρηστὸν γίνεται, οὕτω καὶ τὸ ποίημα τοῖς αὐλοῖς ἐγκραθὲν προσηνὲς γίνεται.

[*]()a. Αἰολίσιν: ἤτοι ὡς τῇ Αἰολίδι ἁρμονίᾳ γεγραμμένων τῶν ποιημάτων, ἢ καθὸ τῷ γένει ἐστὶν Αἰολεὺς ὡς Βοιωτός.

b. ἢ οὕτω· τοῖς Δωρίοις φθόγ οις. Αἰολεὺς γὰρ ἄνωθεν ὁ Πίνδαρος, ὅτι οἱ κατ᾿ αὐτὸν Θηβαῖοι Αἰολέων ἄποικοι τυγχάνουσιν ὡς ἀπὸ Αἰόλου τοῦ Ἀθάμαντος παιδός.

[*]()a. ἔστι δ᾿ αἰετὸς ὠκὺς ἐν ποτανοῖς: ὡς μετὰ πολὺν χρόνον τῆς νίκης γεγραμμένου τοῦ ποιήματος· τῆς βραδυτῆτος οὖν ἕνεκεν ἱκανῶς καὶ τὴν εἰκόνα παρείληφεν.

b. ἢ οὕτως· εἰ καὶ ὅλως ὀψέ [φησί,] γέγραπταί μοι τὸ ποίημα, ὅμως ὡς ἀετὸς πόρρωθεν ἐλθὼν ταχέως ἤγρευσέ τι καί συνήρπασεν, οὕτως ἐγὼ τὰ πράγματα ταχέως συνήρπακα καὶ γέγραφα.

[*]()κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται: οἱ δὲ ἀντίτεχνοί μου κολοιοῖς ἐοίκασι, κραυγάζοντες μόνον καὶ ταπεινὰ νεμόμενοι, οὐ δύνανται δὲ διαίρεσθαι εἰς ὕψος. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Βακχυλίδην· ἦν γὰρ ὑφόρασις αὐτοῖς πρὸς ἀλλήλους. παραβάλλει δὲ αὑτὸν μὲν ἀετῷ, κολοιῷ δὲ Βακχυλίδην.

[*]()a. τίν γε μὲν εὐθρόνου Κλειοῦς ἐθελοίσας: τῆς Κλειοῦς τῆς Μούσης οὐ λειφθήσεσθαί φησι, τῶν γεγραμμένων ἐπινίκων συλλαμβανομένης αὐτῷ καὶ χάριν τοῦ λήματος τοῦ ἀθλοφόρου.

[*]()b. ἐκ τῆς Νεμέας καὶ ἐξ Ἐπιδαύρου καὶ ἀπὸ Μεγάρων.[*]()

[*]()λήματος: φρονήματος. ἡ δὲ ἀπό κατὰ κοινοῦ· ἀπὸ Νεμέας καὶ ἀπὸ Ἐπιδαυρόθεν λάμπει σου ἡ ἀρετή.

[*]()Ἐπιδαυρόθεν τ᾿ ἀπό: φησὶ καὶ ἐν Ἐπιδαύρῳ αὐτὸν νενικηκέναι. |[*]() τίθεται δὲ ἐν Ἐπιδαύρῳ ἀγὼν Ἀσκληπιῷ, τῶν Ἀσκληπιαδῶν πρώτων θέντων, μετὰ ταῦτα δὲ Ἀργείων Ἀσκληπιῷ, διὰ πενταετηρίδος· τίθεται δὲ ἐν τῷ ἄλσει τοῦ Ἀσκληπιοῦ, ἄγεται δὲ μετὰ ἐννέα ἡμέρας τῶν Ἰσθμίων. τὰ Μεγαρικὰ δὲ Πύθια ἄγεται εὐθέως ἔαρος ἀρχομένου.[*]()

[*]()a. δέδορκε φάος: τουτέστι λελάμπρυται ἡ δόξα τοῦ νενικηκότος καὶ ἐν Νεμέᾳ.

b. βουλομένης τῆς Μούσης Κλειοῦς λάμπει σου ἡ ἀρετή.[*]() τέλος τοῦ παρόντος ἐπινικίου. [*]()

Scholia in Nemeonicarum carmen IV.

[*]()Τιμασάρχῳ Αἰγινήτῃ παλαιστῇ.

[*]()Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγ΄. τὸ α΄ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ β΄ δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον. τὸ γ΄ ὁμοίως τῷ πρώτῳ. τὸ δ΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ὁμοίως τῷ πρώτῳ καὶ τρίτῳ. τὸ ς΄ περίοδος, διπλοῦς τροχαῖος, ἢ Γλυκώνειον. τὸ ζ΄ ἰαμβικὸν πενθημιμερές. τὸ η΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἰωνικὸν ἑφθημιμερές. τὸ ι΄ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ ἰαμβικὸν πενθημιμερὲς, ἢ ἰωνικὸν δίμετρον βραχυκατάληκτον, τῆς ἀρχούσης ἀδιαφόρου οὔσης. τὸ ιβ΄ περίοδος ἰαμβικὴ ἀπὸ βακχείου, ἢ Γλυκώνειον λελυμένον. τὸ ιγ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον.

[*]()Ἡ ἐπῳδὸς ὁμοίως κώλων ιγ΄. τὸ α΄ ὅμοιον τῇ στροφῇ καὶ ἀντιστρόφῳ. τὸ β΄, τὸ γ΄, τὸ δ΄, τὸ ε΄, τὸ ς΄, τὸ ζ΄, τὸ η΄, τὸ θ΄, τὸ ι΄, τὸ ια΄, τὸ ιβ΄, τὸ ιγ΄ ὁμοίως τῇ στροφῇ καὶ ἀντιστρόφῳ.

[*]()a. Ἄριστος εὐφροσύνα: ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφροσύνη.

b. ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν.

c. ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν.

[*]()αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρες: αἱ δὲ σοφαὶ θυγατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι.

[*]()θέλξαν νιν: τὸ νίν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες ᾠδαὶ, τουτέστι τὰ ποήματα, ἁπτόμεναι αὐτὴν, τὴν εὐφροσύνην, ἔθελξαν, τὴν τοῦ ἀνθρώπου ὅταν ἐγκωμιάζηται. ἔστι δὲ ἄκυρον· πῶς γὰρ θέλγεται ἡ εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ᾿ ἄλλου θελγομένη; ἄμεινον δέ, φησὶν ὁ Δίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νίν· οἱ γὰρ μεθ᾿ Ὅμηρον οὐκ ἀκριβεύουσι τὴν ἀντωνυμίαν. καθὼς καὶ Εὐριπίδης (Bacch. 32)· τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρησ᾿ ἐγώ. ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί.