Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. θαητὰν εἰς αἴγλαν: τὴν λαμπρὰν ἡμέραν καὶ θαυμαστήν.

b. ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός.[*]()

[*]()διδύμῳ σὺν κασιγνήτῳ: τῷ Ἰφικλεῖ. ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καί νυκτὶ νεώτερον Ἰφικλῆα.[*]()

[*]()a. κροκωτόν: ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν.[*]()

b. διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς.[*]()

[*]()ἀλλὰ θεῶν βασίλεια: ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ.

[*]()a. ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ᾿ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς.

[*]()b. σπερχθεῖσα: ἐπιχυθεῖσα, λυπηθεῖσα.

[*]()τοὶ μὲν οἰχθεισᾶν πυλᾶν: οἱ μὲν οὖν δράκοντες ἀνεῳχθεισῶν τῶν πυλῶν εἰς τὸ ἐσώτατον τῶν οἴκων παρεγένοντο, ἔνθα κατέκειτο ὁ παῖς.[*]()

[*]()a. ἀμφιελίξασθαι: ἐκ τοῦ προηγουμένου καταφαγεῖν· οὕτω γὰρ εἶπε τὸ ἀμφελίξασθαι, ἐπεὶ μεγαλοστομώτατόν ἐστι τὸ ζῷον καὶ ὅμοιον τῇ εἱλήσει τὴν κατάποσιν ποιεῖ.[*]()

[*]()b. τὸ δὲ χ΄ ὅτι ἀντὶ τοῦ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε, διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους. [*]()

[*]()c. ὃ δ᾿ ὀρθὸν μὲν ἄντεινε κάρα: ὁ δὲ Ἡρακλῆς ὀρθώσας ἑαυτὸν πρώτης ταύτης τῆς μάχης πεῖραν ἐλάμβανε.[*]()

[*]()a. πειρᾶτο δὲ πρῶτον: αὕτη γὰρ πρώτη μάχη ἐγένετο Ἡρακλεῖ ἡ πρὸς τοὺς δράκοντας.

[*]()b. εἰσὶ δὲ οἳ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις λέγουσιν ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διός, ὡς Φερεκύδης (FHG I 77 M, I 79 J), ἐνιαυσίοις οὖσιν ἤδη· καὶ ὁ μὲν Ἰφικλῆς, ὥς φασι, φεύγει, ὁ δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξε.[*]()

[*]()δισσαῖσι: καὶ ταῖς δύο χερσὶν ἑαυτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων σφίγξας οὕτως ἀφύκτως κατεῖχεν.[*]()

[*]()ἀγχομένοις δὲ χρόνος: τούτους οὖν, φησί, τοὺς δράκοντας στρεβλουμένους καὶ πνιγομένους αἱ ψυχαὶ ἀπέλιπον, καὶ νεκρὸν εἴασαν τὸ παμμέγεθες σῶμα.

[*]()μελέων ἀφάτων: ἀρρήτων, οὐκ ἐπιδεχομένων τὸ φατισθῆναι διὰ τὸ μέγεθος· ἢ φθαρτικῶν ἄγαν, κατ᾿ ἐπίτασιν λαμβανομένου τοῦ (??)· φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ τὸ φάσγανον.

[*]()ἐκ δ᾿ ἄρ᾿ ἄτλατον δέος πλᾶξε γυναῖκας: ἐξέπληξε δὲ τοῦτο τὸ ἀνυπομόνητον κακὸν τὰς ἐκεῖσε γυναῖκας πάσας, ὄσαι ἔτυχον περὶ τὴν θεραπείαν τῆς Ἀλκμήνης καὶ τὴν κοίτην. [*]()[*]() συνεχῶς δὲ ὁ Πίνδαρος τὸ ἀρήγειν τάσσει ἐπὶ τοῦ θεραπεύειν.

[*]()a. καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαισ᾿: τὴν ἄπεπλον οὐ δεκτέον γυμνήν· ἀπρεπὴς γὰρ ἡ εἰκών· ἀλλὰ νοητέον, ὅτι τὸν μὲν πέπλον ἔρριψεν, ἐν δὲ τῷ χιτωνίσκῳ ἀνήλατο νεοτόκος οὖσα.[*]()

b. καὶ γὰρ αὐτὴ ἡ Ἀλκμήνη ἄπεπλος αὐτοποδὶ ἐκπηδήσασα ἀπὸ τῆς κοίτης ἐπὶ βοήθειαν ἠπείγετο πρὸς τὴν τῶν θηρίων βλάβην.[*]()

[*]()ὕβριν κνωδάλων: τὴν βλάβην τῶν δρακόντων. κνώδαλα κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία, παρὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, καταχρηστικώτερον δὲ πᾶν θηρίον (ρ 317)·

κνώδαλον ὅ, ττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδει.[*]()

[*]()a. τὸ γὰρ οἰκεῖον πιέζει: ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, ὅταν δὲ τὰ τῶν ἄλλων ἴδῃ κακὰ, εὐκόπως ὑπομένει.[*]()

b. ἄλλως· τὸ γὰρ οἰκεῖον καὶ ἴδιον κακὸν ὁμοίως πιέζει καὶ λυπεῖ τοὺς οἰκείους πάντας.