Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. μάτρωος δ᾿ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν: [*]() ἡσθεὶς οὖν ἐκάλεσεν αὐτὸν τοῦ πρὸς μητρὸς πάππου τὸ ὄνομα. καὶ νῦν μὲν ὁ Πίνδαρος τὸν ἐκ μητρὸς πάππον μήτρωα ὀνομάζει· Ὅμηρος δὲ καὶ οἱ λοιποὶ τὸν τῆς μητρὸς ἀδελφὸν μήτρωα καλοῦσιν. φησὶν οὖν ἐν τῇ Ἰλιάδι (Π 717)·

Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος.

c. μάτρωος δ᾿ ἐκάλεσσέ μιν: ὁ Λοκρὸς τὸν [*]() Ὀποῦντα. | ἦν δὲ ὁ Λοκρὸς Ἀμφικτύονος τοῦ Διὸς. καὶ [*]() ἐκάλεσε τοῦ μητροπάτορος τὸ ὄνομα. Ὀποῦς γὰρ ἐκαλεῖτο ὁ βασιλεὺς τῶν Ἠλείων, ᾧ καὶ οὗτος ὁμώνυμός ἐστιν.[*]()

ὑπέρφατον: ὑπερφυᾶ καὶ μέγαν καὶ τῷ εἴδει καὶ [*]() τοῖς πράγμασιν.[*]()