Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὀρφανὸν γενεᾶς: ἄτεκνον.[*]()

[*]()b. ὀρφανὸν γενεᾶς: λέγεται γὰρ ὁ Λοκρὸς ἄπαις γεγενῆσθαι καὶ τὸν ἐκ Διὸς συλληφθέντα ὑπὸ τῆς Πρωτογενείας [*]() ἴδιον νενομικέναι παῖδα. | προεῖχε μέντοι ἡ γυνὴ ἡ Πρωτογένεια τὸ σπέρμα τοῦ Διός.[*]()

[*]()a. εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν: εὐφράνθη [*]() δὲ ὁ Λοκρὸς θεασάμενος τὸν παῖδα, | ὃς ἦν μὲν θετὸς αὐτοῦ κατὰ φύσιν, ἐκ δὲ τῆς ἀγνοίας ἴδιος αὐτοῦ ἐνομίζετο.[*]()