Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτογένειαν [*]() γένειαν ἥσυχος αὐτῇ ἐμίγη ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκαδίας, καὶ μετὰ ταῦτα ἐγκύμονα ποιήσας ἤνεγκε τῷ Λοκρῷ, ἵνα μὴ ὁ αἰὼν καὶ ὁ χρόνος αὐτὸν ἐξέλῃ τῆς ζωῆς ἔρημον ὄντα παίδων [καὶ γονῆς] καὶ γένους.[*]()

a. Ἐπειῶν: Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ [*]() Ἐνδυμίωνος κληθέντας. τινὲς δὲ τὸν Ἐπειὸν Ἀεθλίου φασίν.

b. ἀπὸ γᾶς Ἐπειῶν: διὰ τούτων ὁ Πίνδαρος [*]() τὴν Πρωτογένειάν φησιν ἐξ Ἤλιδος ἁρπασθεῖσαν εἰς Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι ὑπὸ Διός.[*]()