Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ.

[*]()f. φερτάτων Κρονιδᾶν: ἀντὶ τοῦ ἀπὸ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν.[*]()

[*]()g. τὸ δὲ Ἰαπετιονίδος φησὶ φύτλας καὶ φερτάτων Κρονιδᾶν, ἀντὶ τοῦ τῆς Πρωτογενείας καὶ τοῦ Διὸς, ἀφ᾿ ὧν τοὺς Ὀπουντίους λέγει γεγενῆσθαι.[*]()

[*]()a. πρὶν Ὀλύμπιος ἁγεμών: πρόσθες σύνδεσμον

1.289
γάρ, ἵν᾿ ᾖ συναρμοστέος ὁ λόγος τοῖς ἄνωθεν, καὶ εἰπέ· πρὶν γὰρ Ὀλύμπιος ἁγεμών.

b. τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτογένειαν [*]() γένειαν ἥσυχος αὐτῇ ἐμίγη ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκαδίας, καὶ μετὰ ταῦτα ἐγκύμονα ποιήσας ἤνεγκε τῷ Λοκρῷ, ἵνα μὴ ὁ αἰὼν καὶ ὁ χρόνος αὐτὸν ἐξέλῃ τῆς ζωῆς ἔρημον ὄντα παίδων [καὶ γονῆς] καὶ γένους.[*]()