Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἀλλὰ νῦν ἑκαταβόλων: τότε μὲν οὖν καὶ παρὰ τὸν καιρὸν τῆς νίκης ἐκεῖνα ἐλέχθη ἐν Ὀλυμπίᾳ· νυνὶ δὲ ἀπὸ τῶν τὰ πόρρω βαλλόντων τόξων μουσικῶν.

b. τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει.

c. ἄλλως· ἑαυτῷ παρακελεύεται· [*]() | ἀλλὰ κατὰ τὸν ἐνεστῶτα χρόνον, φησὶν, ἀπὸ τῶν μουσικῶν τόξων ἐπινεμήθητι τοῖς ὕμνοις τὸν Δία καὶ τὴν Ὀλυμπίαν.

[*]()d. ἑκαταβόλων δὲ, τῶν εἰς ἅπαντα τόπον διικνεῖσθαι ποιούντων τὰ ποιήματα.

[*]()a. ἐπίνειμαι: ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύεται ὁ ποιητής.

[*]()b. σεμνόν τ᾿ ἐπίνειμαι: ὕμνει, ἢ ὑμνηθῆναι ποίησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν.

c. τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν [*]() χορόν.

d. ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις [*]() ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν.

e. ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον.

[*]()f. (ἐπίνειμαι:) ἔπελθε. ὕμνησον.

[*]()a. ἀκρωτήριον Ἄλιδος: τὴν Πίσαν λέγει.

b. ἢ τὴν ἐξέχουσαν τῇ θέσει, ἢ τὴν ἐνδοξοτάτην καὶ πρωτεύουσαν.

[*]()b. (Ἄλιδος:) τῆς Ὀλυμπίας.