Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἄμπωτιν ἐξαίφνας: ἄμπωτιν λέγει τὸ πεδίον [*]() τὸ γενόμενον ἐκ τῆς πλημμύρας τοῦ ὕδατος ἀναποθέντος, ἄντλον δὲ τὸ ὕδωρ καὶ τὴν χύσιν τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἐξήρανεν. Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε.

b. τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόντος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέβημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. τὸν δὲ Δία βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι.

1.286

[*]()c. ἄμπωτις: ἄμπωτιν νῦν λέγει τὸ γενόμενον πεδίον ἐκ τῆς τότε πλημμυρίδος ἀναποθέντος τοῦ ὕδατος.

d. τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουγήθη· οἱ δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα Ἄζανα ἀσέβημα ὑπ᾿ αὐτοῦ τοῦ Λυκάονος, τοῦ Διὸς βουλομένου πάντα τῆς γῆς ἀποκαθᾶραι ἀσεβήματα.[*]()

e. ἄμπωτιν: ἀνάποσιν.

f. ἄμπωτις δὲ κυρίως ἡ αἰφνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδάτων, [*]() | ὡς ἐν Λιβύῃ λέγεται.

g. τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός.[*]()