Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. [ἐπέων σφίσιν οἶμον:] Ἐπίχαρμος (fr. 122 K.) [*]() ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν. ὁ δὲ Φιλόχορος (FHG I, 386) ἀπὸ Κέκροπος· οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον· ἐξ ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὠνομάσθαι. (72.) ἐπέων οἶμον δὲ τὸν ὕμνον.

c. κτησάσθαν λίθινον γόνον: Ἐπίχαρμος (l. c.) [*]() ἀπὸ τῶν λίθων λαοὺς τοὺς ὄχλους ὠνομάσθαι φησίν. Φιλόχορος (l. c.) δέ φησι Κέκροπα βουλόμενον τὸ τῶν Ἀθηναίων γένος ἐπιγνῶναι κελεῦσαι αὐτοὺς λίθους εἰσφέρειν καὶ βάλλειν

1.284
εἰς τὸ μέσον, ἐξ ὧν ἐπιγνῶναι δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὀνομασθῆναι. [*]()

d. ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι·

ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται.[*]()

e. διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτήσασθαι λίθινον γόνον.

[*]()a. ἔγειρ᾿ ἐπέων σφιν οἶμον λιγύν: τὸν τῶν [*]() ἐπέων λιμένα. καθόρμισον εἰς τὸν ὕμνον τοῦτον.

b. τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς.

c. ὡς τοῦ νικηφόρου [*]() ἀπογόνου ὄντος Δευκαλίωνος.