Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει.

[*]()ἐπεὶ τό γε λοιδορῆσαι: διότι ἄνδρα ὄντα τὸν Ἡρακλέα τριῶν θεῶν ἀπέδειξεν ὄντα βελτίονα.

[*]()a. ἐχθρὰ σοφία: τὸ ἄκρᾳ ἐπὶ σοφίᾳ καυχᾶσθαι πάντα μανίας μετέχει.

b. τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ τῶν τῆς κιθαρίσεως κρεγμῶν. πρότερον γὰρ ἐπαφώμενοι τῆς κιθάρας ὑποκρέκουσιν, ἔπειτα τέλεον κιθαρίζουσιν.

[*]()τὸ καυχᾶσθαι παρὰ καιρόν: τὸ γοῦν ἐπὶ ταῖς οὕτως ἀκαίροις καὶ οὐκ ἀναγκαίαις διηγήσεσι καυχᾶσθαι καὶ σεμνύνεσθαι μανίας ὅμοιόν ἐστιν. τοῦτο δὲ εἴρηκε παρόσον ἀσεβεῖν δόξει, ἐὰν τὸν Ἡρακλέα ἐγκωμιάζῃ ἐπὶ τῷ τοὺς θεοὺς νενικηκέναι.