Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόντων: τίνες εἰσὶν αἱ αἰτίαι δι᾿ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο

1.277
μαντευσόμενος περί τινος. ἔφησεν οὖν αὐτῷ ἡ Πυθία μὴ παρεῖναι τὸν θεὸν μηδὲ χρησμῳδεῖν. ὀργισθεὶς δὲ ἐπὶ τούτῳ Ἡρακλῆς ἥρπασε τὸν μαντικὸν τρίποδα καὶ πρὸς αὐτὸν εἵλετο τὴν μάχην. πρὸς δὲ τὸν Ἅιδην διὰ τοῦτο. ἐπιταχθεὶς γὰρ ὑπὸ τοῦ Εὐρυσθέως τὸν Κέρβερον κύνα ἀγαγεῖν, εἶτα διακωλυόμενος ἐτόλμησε καὶ πρὸς τὸν Ἅιδην. αἱ δὲ μάχαι αἱ πρὸς τοὺς θεοὺς ἐν διαφόρῳ χρόνῳ τῷ Ἡρακλεῖ γεγόνασιν.