Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()κεῖναι γὰρ ὤπασαν: αἱ Χάριτες τὰ ἐν τῷ βίῳ [*]() τερπνὰ τοῖς ἀνθρώποις παρέσχον· | ἀγαθοὶ δὲ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἄνθρωποι κατὰ βούλησιν τοῦ δαιμονίου καὶ θεῶν γίνονται. Χαρίτων μὲν γὰρ ἔργον οἶδε τὸ τὰ πράγματα χαριέντως ἀποτερματίζειν, Μοιρῶν δὲ καὶ εἱμαρμένης [*]() τὸ δυνατούς τινας κατὰ ἀνδρείαν καὶ | συνετοὺς κατὰ φρόνησιν γίνεσθαι. λεληθότως δὲ ὁ Πίνδαρος διὰ τὸ ἀνεπαχθὲς τὰ ἴδια ἐπεξεργάζεται ἐγκώμια.

[*]()κατὰ δαίμον᾿ ἄνδρες: ἀγαθοί, φησιν, ἄνδρες [*]() κατὰ ἀνδρείαν καὶ | σοφοὶ κατὰ σύνεσιν ἐκ θεοῦ μοίρας ἐγένοντο. τοῦτο δὲ παραδεικνὺς παραβάλλει τὸν Ἡρακλέα, ὅτι εἰ μὴ κατὰ θεοῦ μοῖραν ἐγεγόνει τοιοῦτος, οὐκ ἄν ποτε ὑπέστη ἀντιστῆναι Ἀπόλλωνι καὶ Ποσειδῶνι καὶ Ἅιδῃ Ἡρακλῆς.

[*]()ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόντων: τίνες εἰσὶν αἱ αἰτίαι δι᾿ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο

1.277
μαντευσόμενος περί τινος. ἔφησεν οὖν αὐτῷ ἡ Πυθία μὴ παρεῖναι τὸν θεὸν μηδὲ χρησμῳδεῖν. ὀργισθεὶς δὲ ἐπὶ τούτῳ Ἡρακλῆς ἥρπασε τὸν μαντικὸν τρίποδα καὶ πρὸς αὐτὸν εἵλετο τὴν μάχην. πρὸς δὲ τὸν Ἅιδην διὰ τοῦτο. ἐπιταχθεὶς γὰρ ὑπὸ τοῦ Εὐρυσθέως τὸν Κέρβερον κύνα ἀγαγεῖν, εἶτα διακωλυόμενος ἐτόλμησε καὶ πρὸς τὸν Ἅιδην. αἱ δὲ μάχαι αἱ πρὸς τοὺς θεοὺς ἐν διαφόρῳ χρόνῳ τῷ Ἡρακλεῖ γεγόνασιν.