Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ.