Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς.
d. μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει.
[*]()ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ.