Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

f. ἄλλως· τριπλόος: ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσπλέξας τὸ ἀρσενικόν. ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐτὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ τριπλοῦς.

g. τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρίστροφος [*]() ὢν κατὰ Ἀρίσταρχον.

h. στροφῇ δὲ καὶ ἀντιστρόφῳ [*]() τὰ τῶν λυρικῶν σύγκειται ποιήματα.

i. ὁ τριπλόος κεχλαδώς: ὁ μετὰ πλήθους κελάδων· [*]() ἢ πληθύει τὰ μέλη.