Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἃν Θέμις: ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥντινα] [*]() καὶ ἡ θυγάτηρ αὐτῆς Εὐνομία. ἐνήλλαχε δὲ τὴν πτῶσιν.

b. Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος (th. 901)·

δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.

c. ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος.

d. ἃν Θέμις: ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ [*]() θυγάτηρ ταύτης Εὐνομία ἡ τὰς πόλεις σώζουσα κεκλήρωται κατέχειν· | ἥτις Εὐνομία μεγάλην δόξαν ἔχει.[*]()[*]()