Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()φωνᾶεν Ὀλυμπίᾳ: οἱ μὲν προσγράφουσι τῷ ᾱ τὸ -ι- καὶ ἀκούσουσι φωνῇ, τὸ τῇ φωνῇ λεχθέν· οἱ δὲ ἀπόστροφον τιθέντες ἐν τῷ ᾱ τὸ φωνηθὲν καὶ πολυθρύλλητον ἀκούουσιν.

1.269

a. καλλίνικος ὁ τριπλόος κεχλαδώς: τρὶς ὑμνοῦντο [*]() οἱ νικηφόροι, ἅμα τῇ νίκῃ καὶ ἐν τῷ γυμνασίῳ καὶ ἐν τῇ πατρίδι.

b. ἢ πολλάκις λεγόμενος τῇ νίκῃ.

c. ἢ ἐπειδὴ τρία ἰαμβεῖά εἰσιν.

d. ἄλλως· τριπλόος, ὁ πλήθων, [*]() οἱονεὶ πλήθει λεγόμενος, ὑπὸ τοῦ πλήθους ᾀδόμενος.

e. ἢ ὁ ἁβρυνόμενος καὶ πολλάκις ᾀδόμενος. τοῦτο λέγει κεχλαδώς.

f. ἄλλως· τριπλόος: ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσπλέξας τὸ ἀρσενικόν. ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐτὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ τριπλοῦς.

g. τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρίστροφος [*]() ὢν κατὰ Ἀρίσταρχον.

h. στροφῇ δὲ καὶ ἀντιστρόφῳ [*]() τὰ τῶν λυρικῶν σύγκειται ποιήματα.

i. ὁ τριπλόος κεχλαδώς: ὁ μετὰ πλήθους κελάδων· [*]() ἢ πληθύει τὰ μέλη.