Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Πυθῶνάδ᾿ ὀιστόν: ἀντὶ τοῦ καὶ τὴν Πυθῶνα ὕμνει.

b. καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυκὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τὴς Ὀλυμπίας μεταβάς. καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λ΄ Πυθιάδα.

[*]()c. οὔτοι χαμαιπετέων: οὐ γὰρ δὴ εὐτελῶν οὐδὲ μικρῶν λόγων ἀπάρξῃ περὶ τῶν τοῦ ἀνδρὸς παλαισμάτων [*]() λέγων καὶ τῇ κιθάρᾳ ἐπὶ τούτοις χρώμενος.

d. οὐ τοιούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ [*]() διικνεῖσθαι.

e. χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ.