Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. τοῦτο δὲ προσφέρων ἄεθλον: ἑαυτῷ ὁ Πίνδαρος [*]() παρακελεύεται καί φησιν· ὅμως δὲ τοῦτο τὸ ἀπὸ τῆς σοφίας ἆθλον προσφέρων καὶ ἐκπληρῶν, τὸν ὕμνον, μέγα καὶ ὑπερφυὲς ἀναβόησον μετὰ εὐθαρσίας· τί δὲ ἀναβόησον; τοῦτον δαιμονίᾳ (λείπει μοίρᾳ) γεγενῆσθαι δυνατὸν ἐν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπιδέξιον κατὰ πᾶν μέλος· ἵνα κοῦφος ᾖ καὶ εὔστροφος καὶ ὁ λεγόμενος ὑγρὸς παλαιστής· ὃς καὶ τῷ βλέμματι ἀλκὴν καὶ δύναμιν ἐμφαίνει.

a. ὄρθιον ὤρουσαι: ὀξὺ καὶ μέγα. Ὅμηρος [*]() (Λ 11)· ὄρθι᾿, Ἀχαιοῖσιν δὲ μέγα σθένος.

b. λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ.