Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. τὸ δὲ φυᾷ κράτιστον ἅπαν: τὸ δὲ ἐκ φύσεως προσὸν ἀγαθὸν καὶ θείας μοίρας κράτιστον καὶ ἐξαίρετον. [*]() λείπει δὲ τὸ ἐστίν.

d. εἰς ἑαυτὸν δὲ αἰνίττεται· ἀεὶ γὰρ ἑαυτὸν λέγει αὐτοδίδακτον.

[*]()a. πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ ἠθέλησαν κλέος λαβεῖν διδαχθέντες καὶ μὴ ἐκ φύσεως ἔχοντες τὴν ἀρετήν.

[*]()b. πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ δόξαν ἑαυτοῖς ἠθέλησαν περιποιῆσαι ἀπὸ διδακτῶν ἀρετῶν καὶ ὥρμησαν καὶ ἔσπευσαν ἐπὶ τοῦτο προελθεῖν.